Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

434. ἀμέλγω γίνεται παρὰ τὸ ἄμα καὶ τὸ ἕλκω, ἁμαέλκω, καὶ συγκοπῇ ἁμέλκω, καὶ τροπῇ τοῦ k εἰς γ, ἀμέλγω· ἅμα γὰρ τῷ τὸν μαστὸν λαβεῖν τὸ γάλα ἐξέρχεται.

513. μάρναται] μάχεται· γίνεται οὖν ἐκ τοῦ μάρνημι· τοῦτο ἐκ τοῦ μαραίνω, ὃ σημαίνει τὸ φθείρω. ὁ μέλλων μαρανῶ, καὶ συγκοπῇ μαρνῶ, καὶ ἐξ αὐτοῦ μάρνημι.

31. βροτολοιγέ] βροτολοιγὸς παρὰ τὸ βροτὸς καὶ τὸ λοιγός· τὸ δὲ λοιγὸς ἐκ τοῦ λείπω λοιπὸς καὶ λοιγός, ὁ λεῖψιν τῶν ἀνθρώπων ἐργαζόμενος.

89. γέφυρα παρὰ τὸ γῆ καὶ τὸ φύρω, τὸ ἀναμιγνύω· ἡ ἐφʼ ὑγρῷ τόπῳ κειμένη. ἢ ἡ τῇ γῇ φυραθεῖσα.

91. ὄμβρος] γίνεται παρὰ τὸ ὁμοῦ καὶ τὸ ῥέω. ὁμόροός τις ὀν καὶ ἐν συγκοπῇ ὄμρος. καὶ ἐπεὶ πρὸ τοῦ ρ οὐ δύναται εἶναι τὸ μ, πλεονάζει τὸ βῆ καὶ γίνεται ὄμβρος.

94. πυκινή· παρὰ τὸ πετύω πετύσω καὶ πτύσσω. ἄλλο γὰρ οὐ σημαίνει τὸ πτύσσω, εἰ μὴ τὸ ἐπιπίπτειν ἕτερον πρὸς τὸν ἕτερον.

194. πέπλος. ἐκ τοῦ πρέπω πρέπαλος καὶ κατὰ ἀποκοπὴν πέπλος.