Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

177. τύμβος, παρὰ τὸ τύφεσθαι ἐκεῖ τὸ νεκρὸν σῶμα.

186. ὑπένερθε· ἐκ τῆς ὑπό προθέσεως καὶ τοῦ ἔνερθεν ἐπίρρημα τοπικόν. τὸ δὲ ἔνερθεν ἐκ τοῦ ἔνερος, ὃ σημαίνει τὸν νεκρὸν, ὡς τὸ “ἄναξ ἐνέρων Ἀϊδωνεύς” (Il. 20, 61). ἐξ αὐτοῦ ἐνερόθεν καὶ ἔνερθεν.

251. οὐλαμὸς ἡ συνεστραμμένη τάξις. γίνεται παρὰ τὸ εἰλῶ, ὅθεν καὶ τὰς τρίχας οὔλας φαμέν. ἢ παρὰ τὸ ὀλῶ τὸ συστρέφω.

276. ζέφυρος ἀνομάσθη διὰ τὸ πνέειν ἀπὸ ζόφου· τουτέστι τῆς δύσεως· οἱ γὰρ ἀρχαῖοι τὴν δύσιν ζόφον ἐκάλουν.