Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

201. κραναῆς] τραχείας. τοῦτο παρὰ τὸ κρανίον, ὅπερ ἐστὶ τραχὺ καὶ ὀστῶδες· τἐ, δʼ Ἰθάκῃ οὔτʼ ἄρ δρόμοι εὐρέες οὔτε τι λειμὼν αἰγίβοτος” (Od. 4, 605).

213. ἐπιτροχάδην] τὸ σύντομον καὶ ταχὺ, ἐκ τοῦ τρόχοςτροχάδην. τὰ γὰρ ἀπὸ ὀνομάτων εἰς ος γινόμεναι ἐπιρρήματα διὰ τοῦ α ἐκφέρονται, οἷον νόμος νομάδην, σπόρος σποράδην, τρόχος τροχάδην. τὸ δὲ παμπή- δην ἐκ τοῦ πάμπαν.

214. παῦρα] ἀπὸ τοῦ παῦρος. σημαίνει δὲ τὸ ὀλίγον. γίνεται οὖν παρὰ τὸ παύω, παύσω, παῦρος· ὁ μὴ μέχρι πολλοῦ διήκων, ἀλλὰ ταχέως παύων. ὡς τὸ “παῦρα δασάσκετο” (Il. 9, 333).

236. δοιώ] ἡ εὐθεῖα τῶν ἑνικῶν ὁ δοιός· οἱ γὰρ Δωριεῖς τὴν ἐν τοῖς ῥήμασιν ἀναλογίαν φυλάττοντες καὶ ἐν τοῖς ὀνόμασι πλεονάζουσι τῷ ἱ. γίνεται δὲ ἐκ τοῦ δέω τὸ δεσμεύω θοός, καὶ πλεονασμῷ τοῦ ῑ δοιός, δοιοῦ, καὶ δοιώ δυῖκόν.

247. ἀσκός] παρὰ τὸ σχῶ τὸ κρατῶ καὶ κατέχω, καὶ τὸ α ἐπιτα- τικόν· οἱονεὶ ὁ ὑγιὴς καὶ κατέχων τὸν οἶνον.

260. ὀτραλέως] ἔστι ῥῆμα τρῶ, τὸ φοβοῦμαι. ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν τρεύς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρεὺς ὁ ἄφοβος· τροπῇ τοῦ α εἰς ο, ὀτρεύς· ἡ γενικὴ τῶν πληθυντικῶν ὀτρέων, καὶ τὸ ἐπίρρημα ὀτρέως. καὶ ὥσπερ παρὰ τὸ κάρπνιμος πλεονασμῷ τῆς αλ. συλλαβῆς γίνεται καρπάλιμος, οὕτω καὶ ἀπὸ τοῦ ὀτρέως πλεονασμῷ τῆς αλ συλλαβῆς γίνεται ὀτραλέως.

261. ἡνία οἱ χαλινοὶ, παρὰ τὸ ἀνύω ἀνία καὶ ἡνία, κατὰ τροπὴν τοῦ α εἰς ῆ· σἰ αὐτῶν γὰρ τὰς ὁδοὺς τῶν ἵππων ἀνύομεν. οἱ δὲ παρὰ τὸ εἴς ἑνός, ἐνία καὶ ἡνία· διὸ καὶ δασύνεται.

266. ἐστιχόωντο· γίνεται οὖν ἐκ τοῦ στίξ στιχός στίχες αἱ τάξεις. τὸ δὲ στίξ ἐκ τοῦ στείχω στιχῶ, ἀπὸ τοῦ στιχόω, ἐστιχό- ουν τὸ τρίτον τῶν πληθυντικῶν, ἐστιχοώμεθα ἐστιχόωντο· “τῆς μὲν ἰῆς στιχὸς δρχε Μενέσθιος (Il. 16, 123).

281. καταπέφνῃ] ῥῆμα ὑποτακτικὸν ἀορίστου δευτέρου. τὸ ῥῆμα φένω· γίνεται οὖν ἐκ τοῦ φῶ τὸ φονεύω, ἐξ αὐτοῦ φόνος. τοῦ φένω οὖν ὁ μέλλων φενῶ, ὁ δεύτερος ἀόριστος ἔφενον, καὶ μετὰ τῆς ἐπί, [*](8. ἐκφέρονται] *ἐκφέρεται 15. τῷ] ∗τὸ)

381
ἐπέφενον καὶ ἔπεφνον· ἡ μετοχὴ πέφνων· τὸ ὑποτακτικὸν, ἐάν πέφνω, πέφνῃς, πέφνῃ.

292. στόμαχος, σιτόμαχός τις ὢν, ὁ τοῖς σιτίοις μαχόμενος· ἢ ὅτι στόμα ἐστὶ τῶν χεομένων. ἢ ἐκ τοῦ στόμα καὶ τὸ μῆχος, τὸ μοχάνημα· ἢ παρὰ τὸ στόμα καὶ τὸ χέω· διʼ αὐτοῦ γὰρ ἥ τε ξηρὰ καὶ ὑγρὰ τροφὴ πρὸς τὴν γαστέρα χεῖται.

307. μαρνάμενος· μαχόμενος. γίνεται δὲ ἐκ τοῦ μάρνημι, τοῦτο ἐκ τοῦ μαραίνω, ὃ σημαίνει τὸ φθείρω. ὁ μέλλων μαρανῶ, καὶ ἐν συγκοπῇ μαρνῶ, καὶ ἐξ αὐτοῦ μάρνημι, μάρναμαι, μαρνάμενος, οἱ δὲ, ἀπὸ τοῦ μαρνῶ. τοῦτο ἀπὸ τοῦ ἀρνός. οἱ παλαιοὶ γὰρ τὰς πραγματείας μετὰ ἀρνῶν ἐποιοῦντο, ὅθεν καὶ τὸ ἀρνῶ ἀρνοῦμαι σημαίνει. οἱ δὲ, ἀπὸ τοῦ μάρη ἡ χεὶρ, ἤγουν τὸ διὰ χειρῶν μάχεσθαι κατὰ Πίνδαρον· ὅθεν καὶ εὐμαρές.

343. ἐῦκνήμιδας τοὺς καλὰς κνημῖδας ἐν ταῖς κνήμαις φοροῦντας, ἤγουν φυλακτήρια. κνήμη δέ ἐστι τὸ ὄπισθεν τοῦ σκέλους, ἡ ἰγνύη. γίνεται δὲ ἐκ τοῦ κινῶ κινήσω, κινήμη καὶ κνήμη.

355. ἀμπεπαλών] μετοχή, ἀόριστος β. γίνεται δὲ ἐκ τοῦ ἀνα- πάλλω. οἱ δὲ Ἴωνες εἰώθασιν ἐν τοῖς ῥήμασι καὶ ταῖς μετοχαῖς ἀναδιπλασιάζειν, λάχωσι λελάχωσι, λάθῃ “λελάθῃ δʼ ὀδυνάων” (ΙΙ. 15, 60).

356. ἀσπίς παρὰ τὸ σπίζω, ὃ σημαίνει τὸ ἐκτείνω καὶ μηκύνω· ὁ μέλλων σπίσω, σπίς, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀσπίς· ἡ μὴ εἰς ἔκτασιν μεμηκυμένη, ἀλλʼ εἰς περιφέρειαν κεκυκλωμένη.

357. ἔβριμος γίνεται παρὰ τὸ βρι ἐπίρρημα, τὸ μεγάλως καὶ ἰσχυρῶς, βρίμος, καὶ πλεονασμῷ τοῦ ο, ὄβριμος· ἐκ τοῦ βρίμος οὖν γίνεται βριμῶ καὶ ἐμβριμῶ, τὸ ἐπιτιμῶ.

359. λαπάρα· ἐκ τοῦ λαπάζω, τὸ κενῶ· τοῦτο ἐκ τοῦ λάπαθος ἡ βοτάνη· ἔστι δὲ κενωτικὴ τῆς γαστρός· τοῦτο ἐκ τοῦ λα ἐπιτατικοῦ καὶ τοῦ πάθος, ἡ τὸ πάθος ἀπελαύνουσα. λαπάρα δέ ἐστιν ὁ κενὸς τῶν ὀστέων τόπος ὁ ὑποκάτω τῶν πλευρῶν κείμενος.

διάμησε· ἐκ τοῦ διά καὶ τοῦ ἀμῶ τὸ θερίζω. γίνεται τὸ ἀμῶ ἐκ τοῦ ἄμη ἡ δρεπάνη.