Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

99. πέποσθε] ὁ μὲν Ἡρωδιανὸς ἐκ τοῦ πήθω τὸ πανθάνω, πήσα πέπηκα πέπησμαι πεπήσμεθα πέπησθε, καὶ συστολῇ τοῦ η εἰς ο. ἔιοι δὲ ἐκ τοῦ πονῶ, πονήσω πεπόνηκα πεπόνημαι πεπόνησαι πεπο- νήμεθα πεπόνησθε, καὶ ἀποκοπῇ τῆς τῆ συλλαβῆς πέποσθε ἀντὶ τοῦ πεπόνθατε.

22. Scholion hoc ab τὸ δὲ incipit quia temere adiunctum est scholio manus primae ad hunc versum.

378

108. ὁπλότερος ὁ νεώτερος. ἔστι δὲ συγκριτικόν· ὡς δὲ τὸ νεώτερος καὶ πρεσβύτερος τύπῳ μέν εἰσι συγκριτικὰ, τῇ δὲ φωνῇ ἀντὶ ἁπλῶν παραλαμβάνονται, οὕτω καὶ τὸ ὁπλότερος τύπῳ μέν ἐστι συγκριτικὸν, τῇ δὲ φωνῇ ἀνθʼ ἁπλοῦ παραλαμβάνεται. γίνεται οὖν παρὰ τὸ ὅπλον, ὁ μᾶλλον ὅπλα φέρειν δυνάμενος ὡς πρὸς τὸν γέ- ροντα.

ἠερέθονται] οἱ μὲν ἐκ τοῦ αἰωρῶ καὶ σείω, οἱ δὲ ἐκ τοῦ ἀείρω τὸ ἐπαίρω. ἐξ αὐτοῦ ἀερέθω, καὶ τροπῇ τοῦ ᾱ εἰς η ἠερέθω.

112. ὀϊζυρός] παρὰ τὸ ὀϊζύς· τοῦτο παρὰ τὸ οι σχετλιαστικὸν ἐπίρρημα, ὅπερ πλεονασμῷ τῆς μοι συλλαβῆς γίνεται οἴμοι καὶ οἰμώζω, καὶ κατὰ παραγωγὴν, ὀίζω. ἐξ αὐτοῦ ὀιζύω, ὡς πλήθω πληθύω· καὶ διαλύσει τῆς οι διφθόγγου ὀϊζύω, ἀφʼ οὗ ὀϊζυρός.

117. καρπαλίμως] ταχέως. γίνεται δὲ παρὰ τὸ τὸ κάρ ἤγουν τὴν κεφαλὴν πάλλεσθαι, διὰ τὸ ταχέως καὶ μετὰ δρόμου βαδίζειν. οἱ δὲ ἐκ τοῦ κραιπνῶς, κραίπνιμος, πλεονασμῷ τῆς αλ συλλαβῆς, καὶ τροπῇ τοῦ ἀμεταβόλου εἰς ἀμετάβολον, καὶ ἐκβολῇ τοῦ ῑ, καὶ μετα- θέσει τοῦ ρ, καρπάλιμος, καρπαλίμων, καὶ καρπαλίμως.

119. ἄρνα· ἡ εὐθεῖα τῶν ἑνικῶν ῥήν, τὸ πρόβατον. γέγονε δὲ ἐκ τοῦ ἀρῶ τὸ εὔχομαι, τὸ ὑπὲρ εὐχῆς διδόμενον. οἱ γὰρ παλαιοὶ διʼ ἀρνῶν τὰς ἑαυτῶν θυσίας ἐποίουν. κλίνεται οὖν ῥανός, καὶ ἐν ὑπερ- βιβασμῷ ἀρνός, καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ κλίνεται ἀρνός ἀρνοῦ ἀρνόν, καὶ κατὰ μεταπλασμὸν ἄρνα. γίνωσκε δὲ ὅτι ἀρνειός σημαίνει τὸν τέλειον, ἀρνός δὲ τὸν νεογνόν. οἱ δὲ λέγουσι γίνεσθαι τὸν ἄρνα ἐκ τοῦ ῥήν, καὶ μετὰ τοῦ ᾱ μορίου καὶ ἀναδόσει τοῦ τόνου, ἄρην, ἄρενος, ἄρενα, καὶ ἀποβολῇ τοῦ ε, ἄρνα.

121. λευκώλενος] παρὰ τὸ λευκός καὶ τὸ ὠλένη, ὃ σημαίνει τὸν βραχίονα· τοῦτο παρὰ τὸ διʼ αὐτοῦ ὁλοῦσθαι τὰς πράξεις, τουτέστι πληροῦσθαι. ὠλέναι δὲ λέγονται τὰ ἄνω τῶν βραχιόνων. τὸ δὲ λευκός παρὰ τὸ λεύσσω τὸ βλέπω, ὡς ἐκ τοῦ ἐναντίου τὸ μέλαν τὸ μὴ βλεπόμενον, παρὰ τὸ λάω τὸ βλέπω.

122. γάλως ἡ εὐθεῖα, τῆς γάλω, καὶ πλεονασμῷ τοῦ ο καὶ ἀναδόσει τοῦ τόνου, γαλόῳ.

126. πάσσω τὸ ποικίλλω, ἐξ οὗ καὶ παστὸς ὁ γαμικὸς θάλαμος, παρὰ τὸ πάσσεσθαι ἤγουν ποικίλλεσθαι τοῖς ὑφάσμασι καὶ ἑτέροις εἴδεσιν.

139. ἵμερος· ἐκ τοῦ ἵημι τὸ προθυμοῦμαι, καὶ μετὰ τῆς ἐπί

379
προθέσεως, ἐφίημι, ἐφίεμαι· ἐκ τοῦ ἵημι οὖν ἵμερος καὶ ἱμείρω, πλεονασμῷ τοῦ ι.