Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

463. σμαραγῶ ἐκ τοῦ σμάραγος ὁ ψόφος καὶ ὁ ἤχος. γίνεται δὲ ἐκ τοῦ σπαράσσω σπάραγος, καὶ τροπῇ τοῦ π εἰς μ σμάραγοςʼ κυρίως σμάραγος ὁ ἀπὸ σπαραγμοῦ ἤχος. ἔστι δὲ καὶ ἕτερον σμαραγῶ ὃ σημαίνει τὸ λάμπω, ἐξ οὗ σμάραγδος ὁ λίθος. γίνεται δὲ ἐκ τοῦ μοιρῶ τὸ λάμπω, μάρω, μαράσσω, καὶ πλεονασμῷ τοῦ σ σμαράσσω σμαραγῶ.

466. σμερδαλέον] ἐκ τοῦ σμερδνόν· τοῦτο παρὰ τὸ μερίζω, με- ριδνός, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ σ, σμερδνός· ἐξ αὐτοῦ σμερδναλέος, καὶ ἀποβολῇ τοῦ ν, σμερδαλέος· τῷ φόβῳ γὰρ μερί- ζεται ἡ ψυγὴ τῶν ὁρώντων, καὶ οὐκ ἐᾶται ἐν τῷ αὐτῷ μένειν.

κονάβιζε] ἀντὶ τοῦ ἐκ τῆς κονίας βοὴν ἀπετέλει. κυρίως γὰρ ἡ ἐκ τῆς κονίας βοή, ὡς ἄραβος ἡ ἐκ τῆς ἔρας βοή. κονία δὲ ἡ κόνις· ἐκ τοῦ καίνω, κονῶ, ἡ εἰς μικρὰ κεκομμένη καὶ τετμημένη γῆ.

471. γλάγος] τὸ γάλα. τοῦτο παρὰ τὸ καλόν, κάλα καὶ γάλα· τὸ καλὸν πρὸς ἀνατροφήν.

479. στέρνον παρὰ τὸ στερρὸν εἶναι.

376

6. Πυγμαίοισι] ἐκ τοῦ πυγμή, ὅ ἐστιν εἶδος ἀγῶνος. τοῦτο παρὰ τὸ πτύσσω πτύξω, πτυγμή, καὶ ἀποβολῇ τοῦ τ πυγμή. σημαίνει δὲ ὅτι κλείοντες τοὺς δακτύλους πλήττομεν. σημαίνει καὶ τὸν γρόν- θον. ἐκ τοῦ πυγμή γοῦν πυγμαῖος.

7. ἠέριαι] ὀρθριναί, ἐκ τοῦ ἀήρ ἡ ἀορασία. ἀήρ ἀέρος ἠέρος, τροπῇ τοῦ ᾶ εἰς η· ἐξ αὐτοῦ ἠερία, αἱ ἠέριαι.

18. δοῦρε] ἐκ τοῦ δρὺς δρυός, καὶ ὑπερβιβασμῷ δουρός, ἐπὶ παντὸς λεγόμενον. ἢ παρὰ τὸ δέρω τὸ ἐκδέρω, ἤγουν τὸ λεπίζω· τοῦ γὰρ φλοιοῦ λεπίζεται τὰ ξύλα· ἢ ἐκ τοῦ θορῶ, τὸ πηδῶ, θόρυ τὶ ἂν καὶ δόρυ τὸ ἐκ τῆς γῆς ἀνατρέχον. καὶ ὁ ποιητὴς, “ἐπεὶ οὕπω τοῖον ἀνήλυθεν ἐκ δόρυ αῖης” (Od. 6, 167).

26. αἰζηός· παρὰ τὸ αἰεὶ ζέειν καὶ ἀκμάζειν πρὸς τὴν ἡλικίαν γίνεται αἰζεός καὶ κατʼ ἐπαύξησιν τοῦ ε εἰς η αἰζηός.

35. ἄψ τὸ ὀπίσω· γίνεται ἐκ τοῦ α τοῦ σημαίνοντος τὸ ὁμοῦ, καὶ πλεονασμῷ τοῦ ψ, ἄψ τὸ ὁμοκέλευθον· ὡς τὸ ἐρύω, ἀερύω, καὶ πλεονασμῷ τοῦ ῦ, αὐερύω, τὸ εἰς τὸ ὀπίσω, ὡς τὸ αὐέρυσαν· ἢ παρὰ τὸ ἔπω τὸ ἀκολουθῶ ἔψ καὶ ἄψ.

38. αἰσχρός· ὡς παρὰ τὸ κῦδος κυδρός, οὕτω καὶ ἀπὸ τοῦ αἶ- σχος αἰσχρός· τὸ δὲ αἶσχος ἐκ τοῦ α στερητικοῦ καὶ τοῦ ἴσχω· ἀΐσχω, αἶσχος· ὃ οὐκ ἄν τις βούλοιτο ἔχειν.