Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

316. παρὰ θῖʼ] ἡ παρά τὸ ἔξω δηλοῖ, ὥσπερ καὶ παραπλεῖν τὸ ἔξω πλέειν. αἰγιαλὸς μὲν οὖν κοινῷ εἴρηται ὀνόματι, καὶ ἔστι παρὰ τὸ αἶαν ἐγγὺς ἁλὸς ἔχειν· ἔχει δὲ διαφορὰς τρεῖς, ἀκτὴν ῥηγμῖνα καὶ θῖνα. ἀκτὴ μὲν οὖν εἴρηται ὁ πετρώδης αἰγιαλὸς, παρὰ τὸ ἄγ- νυσθαι καὶ κλᾶσθαι ἐκεῖ τὰ κύματα. ῥηγμὶν δὲ ὁ πρὸς ἄνεμον αἰγιαλὸς, παρὰ τὸ ῥήσσεσθαι ἐκεῖ τὰ κύματα· θὶν δὲ ὁ εὔδιος καὶ ἡσύχιος αἰγιαλὸς, παρὰ τὸ μετὰ γαλήνης καὶ νηνεμίας ἐκεῖ τὰ κύματα ἀποτίθεσθαι.