Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

114. χερείων ἐκ τοῦ χερειότερος καὶ κατὰ μεταπλασμὸν χέρειος. σημαίνει δὲ τὸν ἐλάσσω καὶ γίνεται ἐκ τοῦ χείρ χειρός καὶ ἀφαι- ρέσει τοῦ ἱ χερός. ἐξ οὗ χερείων. χερείων δὲ κυρίως ὁ ταῖς χερσὶν ἥττων.

115. δέμας ἐκ τοῦ δέω τὸ δεσμεύω. δέδεκα δέδεμαι. δεσμὸς γὰρ ὡς τῆς ψυχῆς τὸ σῶμα παρὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν αὐτῷ.

120. γέρας ἐκ τοῦ ῥῶ τὸ ἐπιθυμῶ ἔρας καὶ γέρας.

124. ἴδμεν] οἱ μὲν ἐκ τοῦ ἴσημι, ἶσαμεν καὶ ἐν συγκοπῇ ἴσμεν, καὶ τροπῇ τοῦ ὁ εἰς δ ἴδμεν· οἱ δὲ ἀπὸ τοῦ εἰδῶ τὸ γινώσκω. ὁ δεύτερος ἀόριστος ἴδον ἴδομεν. καὶ ἀποβολῇ τοῦ --ο ἴδμεν.

143. καλλιπάρηος γίνεται ἐκ τοῦ κάλλος καὶ τοῦ παρειά. τοῦτο δὲ παρὰ τὸ ἐπαίρω τὸ ἀνεσταλμένον μέρος τοῦ σώματος. τὰ δὲ παρὰ τὸ κάλλος ἐν συνθέσει διὰ τοῦ ἱ γράφεται. οἱ δὲ Αἰολεῖς τὴν ει δίφθογγον εἰς η τρέπουσι καὶ οἱ Δωριεῖς τὸ ε εἰς η.

147. ἑκάεργος ὁ τὰ ἕκαθεν ἐργαζόμενος, τουτέστιν ὁ ἥλιος, ὁ πόρρωθεν τῆς ἡμετέρας ἀφεστηκνς γῆς. εἰκὸς δέ ἐστιν ἑκάεργον ὁμώνυμον εἶναι τῆς ἐξ Ὑπερβορέων ἐπὶ Δῆλον τὰς ἀπαρχὰς ἐνεγ- κούσης.

149. κερδαλεόφρον, παρὰ τὸ κερδαλέος καὶ τὸ φρένα. τὸ δὲ κερδαλέον παρὰ τὸ κερδῶ κερδαίνω, τὸ κερδαίνω παρὰ τὸ κέαρ καὶ τὸ αἶνος, τουτέστιν ὁ τὸ κέαρ ἰαίνων.

152. αἰχμητάων παρὰ τὸ αἰχμά αἰχμῶ αἰχμᾶς αἰχμάσω αἰχμὴ, ἤτοι παρὰ τὸ ἀίσσω γέγονε ἰαχή καὶ κράσει αἰχή καὶ πλεονασμῷ τοῦ ἄρ. αἰχμή. Δωρικὴ δὲ ἡ διάλυσις. οἱ Δωριεῖς δὲ καὶ τὰς εἰς ων γενικὰς τὰς ἀπὸ τῶν εἰς αι εὐθειῶν γινομένας διὰ τοῦ αων προ- φέρουσιν, οἷον μέλισσαι μελισσάων, μέλαιναι μελαινάων.” μελαι- νάων ὀδυνάων” (Il. 4, 191). αἰχμηταί αἰχμητάων. Similia in Crameri Anecd. Oxon. vol. 1 p. 23, 23.

165. πολυάῖκος ἐκ τοῦ πολύ καὶ τοῦ ἀίσσω ἀίξω ἄϊξ ἄϊκος.

181. ὄθομαι παρὰ τὸ θέω καὶ ἐν ὑπερβιβασμῷ ἔθω καὶ τροπῇ τοῦ ο εἰς ε ὄθω, ἐξ οὗ ὀθόνη, ἐκ τοῦ ὅθω ὁ μέλλων ὄσω.

188. ἦτορ παρὰ τὸ ἀήτης ὁ ἄνεμος. τοῦτο ἐκ τοῦ ἄω τὸ πνέω, ἀῆτορ καὶ ἀφαιρέσει τοῦ α ἤτορ· πνεῦμα γάρ ἐστιν ἡ ψυχή. Cont. Etym. M. p. 439, 30 et Cramer. Anecd. Oxon. vol. 1 p. 182, 27.

366

189. μερμήριξε] παρὰ τὸ μερίζω· τοῦτο παρὰ τὸ μέρος· τοῦτο παρὰ τὸ μείρω μερῶ. μερίζω καὶ μερμερίζω, καὶ τροπῇ τοῦ ε εἰς η μερμηρίζω, ἐκ τοῦ ἐπὶ τάδε καὶ τάδε μερίζεσθαι τὴν ψυχὴν τοῦ μεριμνῶντος. ὅθεν καὶ μερμήρας τὰς φροντίδας καὶ μερίμνας ἔνιοι λέγουσιν.

190. φάσγανον] οἱ μὲν ἀπὸ τοῦ φῶ τὸ φονεύω, οἱ δὲ ἀπὸ τοῦ σφάζω, σφάγανον καὶ φάσγανον.