Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

504. σοῦ πατρός] ὡς ἱκανοῦ πρὸς ἔλεον ἀπʼ αὐτοῦ ἤρξατο καὶ εἰς αὐτὸν ἔληξε. καλῶς δὲ καὶ ἐλεεινότερος· καταπονεῖται γὰρ καὶ ἐκεῖνος, ἀλλʼ οὗτος πλέον.

506. ἀνδρὸς παιδοφόνοιο] ταῦτα μὲν εἰς ὀργὴν ἄγοντα Ἀχιλλέα ἔδει κρύπτεσθαι, ἀλλʼ ἐκ τοῦ πάθους εἰς τοῦτο παρεσύρη.

510. ἐλυσθείς] παρεθεὶς, ἢ συνειληθεὶς, ἢ κυλισθείς.

511. κλαῖεν ἑὸν πατέρʼ] λείπει καὶ ἐνταῦθα τὸ ἄλλοτε, ἵνʼ ἦ ἄλλοτε μέν.

διπλάσιος ὡν αὐτῷ ὁ θρῆνος παρισωθήσεται τοῖς δάκρυσι Πριά- μου. ἐποίει δὲ αὐτῷ τὴν ἑκατέρου μνήμην ἡ Εκτορος καὶ Πριά- μου.

514. χτιρὸς ἀνίστη] παράδοξον τὸ τὸν ἐχθρὸν οὕτω χτιραγω- γῆσαι καὶ τιμῆσαι. τάχα οὖν τοῦτο ποιεῖ τοῦ γήρως τοῦ πατρὸς μνησθείς.

523. κατακεῖσθαι ἐάσομεν] ἀποβαλέσθαι γὰρ τὸ πάθος ἀδύνατον, πλὴν τοῖς κλαυθμοῖς ἀναρριπίζειν οὐ δεῖ.

524. πρῆξις] ἄνυσις ἡ ἐκ θρήνου. λείπει δὲ ἡ ἐξ.

527. ἐν Διὸς οὔδει] ἀπὸ μέρους τῷ οἴκῳ.

μέμφεται τὴν δόξαν Πλάτων (Rep. 2 p. 98) λέγων ὡς ὁ θεὸς ἀγαθὸν, οὐδὲν δὲ ἀγαθὸν βλαβερὸν, ὃ δὲ μὴ βλαβερὸν, οὐδὲ βλάπτει,

356
ἔπλασεν οὖν ταῦτα ὁ ἥρως πρὸς παραμυθίαν Πριάμου, ἐπεὶ καὶ ὁ ποιητὴς ὁμοίως φησὶν, ὅταν λέγῃ δεὺς “οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν” (Od. 1, 34).

528. στικτέον εἰς τὸ δίδωσι, καὶ δύο τοὺς πίθους διὰ τῆς στιγμῆς παραδεκτέον.

532. βούβρωστις] σύντονος ὀδύνη μεγάλως τοὺς ἔχοντας ἀναλί- σκουσα· ἐν γὰρ ταῖς ἀτυχίαις ὑπὸ λύπης ἑαυτοὺς ἐσθίομεν, ὥσπερ Βελλεροφόντης (Il. 6, 202). οἱ δὲ ἀποδιδόντες λιμός ἀγνοοῦσιν ὅτι οὐ λιμώσσει Πρίαμος, ἀλλʼ ὀδυνᾶται.

536. ὄλβῳ δύναται τῇ φρονήσει, εἴγε καὶ ἄνολβος παρὰ τωικοῖς ὁ ἀπαίδευτος. οἱ δὲ τῇ τῶν ἀγρῶν κτήσει.

541. γηράσκοντα κομίζω] γῆρας ἔχοντα οὐ γηροκομῶ.

544. ἄνω] ἀντὶ τῆς ἀνά, ἵνʼ τὸ ἑξῆς, ὅσον Λέσβος ἀνείργει καὶ διορίζει. περιώριζε γὰρ τὴν ἀρχὴν Πριάμου ἀπὸ μεσημβρίας τῇ Λέσβῳ, ἀπὸ ἀνατολῆς Φρυγίᾳ, ἀπὸ ἄρκτου Ἑλλησπόντῳ. Μάκαρος] Μάκαρ ὁ Ἴοῦ, φονεύσας τὸν ἀδελφὸν Τενάγην, ἐκεῖσε ᾤκησε, καὶ τὴν πόλιν οἰκίσας ἀπὸ τῆς γυναικὸς ὠνόμασεν. ἐκαλεῖτο δὲ ἡ μὲν μήτηρ αὐτοῦ Μιτυλήνη, ἡ δὲ γυνὴ Λέσβος.

545. καθύπερθεν] ἐξ ἀνατολῆς, ἐπεὶ ἔστι καὶ ἄλλη θρυγία μικρὰ ὡς πρὸς δύσιν κειμένη.

546. διὰ τοῦ ν τὸ τῶν, ἵνʼ ᾖ τῶν οἰκούντων τὰς προειρημένας πόλεις.

549. ἀλίαστον] ἀλύτως ἢ ἀσυγχωρήτως.

554. ἀκηδής] ἠμελημένος. ἢ κηδείας παρʼ ἐμοῦ μὴ τυχών.

559. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδών] ἀγριαίνεται, ἵνα μὴ διὰ τὰς αἰκίας εἰς θρῆνον ἐλθὼν ὁ Πρίαμος ταράξῃ αὐτόν. καὶ ὅτι συνεχῶς τοῦ ὀνό- ματος Εκτορος ἐμέμνητο.

569. Ἀριστοτέλης φησὶν ἀνώμαλον εἶναι τὸ Ἀχιλλέως ἤθος. οἱ δέ φασιν ὅτι ἵνα ἀποστήσῃ αὐτὸν τοῦ ἐφʼ Ἕκτορι θρήνου, διὰ τοῦτο δεδίσσει.

570. λείπει ἡ παρά, ἵνʼ ᾖ τὰς παρὰ Διός.