Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

192. οὐδὲ πυρή] τὴν ἔμφασιν διὰ τούτου τῶν ὑγρῶν ἐμφαίνει, νικησάντων τὸ πῦρ.

195. Βορέῃ καὶ Ζεφύρῳ] ὡς Θρᾳξί Θρᾴκη γὰρ Τροίας πλησίον.

198. ἀντὶ τοῦ ὁρμὴν λάβοι ἡ ὕλη τοῦ καῆναι, ἵνʼ ᾖ, ὕλη τʼ ἐσ- σεύοιτο καήμεναι. εἰ δὲ ᾖ ὕλην τʼ ἐσσεύαιτο καήμεναι, ἀντὶ τοῦ ἵνʼ ὁρμήσειαν οἱ ἄνεμοι τὴν ὕλην καίειν.

199. μετʼ ἄγγελος ἦλθʼ ἀνέμοισιν] Ἰωνικῶς, ἀντὶ τοῦ πρὸς ἀνέμους ἧλθεν, ὡς Ἀρχίλοχος “μετέρχομαι σύμβουλον.” οὐκ ἐποίησε δὲ ἐκείνους ἀκούοντας, ὅτι βούλεται δηλῶσαι ὡς ἡ Ἶρις φανεῖσα πολλάκις ἀνέμων κίνησιν δηλοῖ, οἱονεὶ πρὸς διέγερσιν αὐτῶν ὁρωμένη.

200. δυσαέος] οὐκ ἀεί, ἀλλὰ χειμῶνι. ἔστι γὰρ χειμῶνος μὲν δυσαὴς, θέρους δὲ προσηνής.

205. οὐχ ἕδος] οὐχ ἑδραστέον.

[*](1. ἐξυφαφθῆναι] *ἐξαφθῆναι 25. ἐσσεύαιτο] ἐσσεύατο: in textu ἐσσεύατο)
312

206. Αἰθιόπων ἐς γαῖαν] χαρίεν ἐν παρέργῳ δεδήλωκεν ὅτι ἀπηλλάγησαν οἱ θεοὶ τοῦ πολέμου καὶ παρʼ Αἰθίοψι πανηγυρίζουσι, πέρας ἐχόντων ἤδη τῶν περὶ τὴν Ἀχιλλέως βούλησιν. ἢ τάχα πρὸς ἀπαλλαγὴν τῶν ἐνοχλούντων ψεύδεται. χθὲς γὰρ θεαταὶ τῆς μάχης ἤσαν, καὶ ἔωθεν φιλονεικοῦσι περὶ Ἕκτορος.

208. τὸν δυσαῆ νῦν κελαδεινὸν εἶπεν· ἔστι δὲ ταυτὸν ἐκ παραλ- λήλου.

218. ὁ δὲ πάννυχος] πολὺ τὸ φιλέταιρον, ὅτι τοσαύτην ἀγρυπνίαν φέρει καὶ χοὰς τοσαύτας χέει.

222. ὡς δὲ πατήρ] αὔξησιν μεγίστην ὅλη ἔχει ἡ παραβολή· εἰς γὰρ ἔνδειξιν στοργῆς πατρὶ παραβέβληται. ἀλλʼ οὐκ ἤρκεσεν Ὁμήρῳ τὰ τῆς εἰκόνος· οὐ γὰρ τυχοῦσαν ἡλικίαν παιδὸς παρέ- λαβεν, ἀλλὰ νυμφίον, τέλειον μὲν, παίδων δὲ οὔπω πατέρα, ὥστε οὖν ὁ πατὴρ καὶ παῖδας ὄψεσθαι τοῦ παιδὸς προσδοκήσας, μετὰ τῆς δευτέρας ἐλπίδος καὶ τὴν πρώτην ἀπώλεσεν.

223. νυμφίου] δηλοῖ ἡ λέξις καὶ τὸν ἤδη πατέρα παίδων· “νυμ- φίον ἐν μεγάροις μίαν οἴην παῖδα λιπόντα” (Od. 7, 65).

225. ἑρπύζων] βαρεῖά τις καὶ μογηρὰ κίνησις διὰ τοῦ ἑρπύζειν δηλοῦται. τοῦτο δὲ πρὸς τὸ ταπεινὸν Ἀχιλλέως διὰ τὴν λύπην.

232. κλίνθη κεκμηώς] ἐξέφρασε τὸν μετὰ πολὺν τὸν κόπον εἰς ὕπνον ἀποκλίναντα. καὶ διὰ τοῦ ὄρουσε τὸ τάχος ἐνέφηνε τοῦ ὕπνου, διὰ πολλὴν ἐπελθόντος ἀγρυπνίαν.

234. δοῦπος ἔγειρεν] τῶν γὰρ λυπουμένων ἐπιπόλαιος καὶ εὐδιά- λυτος ὁ ὕπνος.

243. φιάλῃ] ἀγγείῳ λεβητοειδεῖ, ἐκπεπλατυσμένῳ ἄνωθεν. δημῷ δὲ τὰ ὀστᾶ καλύπτει πρὸς τὸ λιπαινόμενα μὴ εἶναι εὔσηπτα.

245. πολλόν] μέγαν· “πολλὸς γάρ τις ἔκειτο” (Il. 7, 156).

246. ἐπιεικέα τοῖον] ἠθικῶς, ἀντὶ τοῦ μικρὸν καὶ σύμμετρον.

248. δεύτεροι] ἔσχατοι. γενναίως δὲ τὸν ἑαυτοῦ οὐκ οἰκτίζεται θάνατον.

255. ὡς ὁ ζωγράφος προῦπογράφει πρῶτον, οὕτως καὶ οὗτοι προδιέγραψαν τὸ σχῆμα τοῦ τάφου. τὸ δὲ τορνογραφεῖν κυκλοτερῆ δείκνυσι τὸν τάφον.

τοῦτο ποιοῦσιν, ὅπως καὶ τὰ ὑπὸ τοῦ πυρὸς διαφθαρέντα μὴ ἐκτὸς [*](18. μογηρὰ] Probabilius μογερά: v. Thes. vol. 5 p. 1127. 29. * οὐκ] om.)

313
ἐαθῇ. τὸ δὲ προβάλοντο ἀντὶ τοῦ πρὸ τῆς πυρᾶς ἔβαλον, ὅ ἐστι. κύκλῳ τῆς πυρᾶς.

258. ἀγῶνα] τὸν τόπον ἐν ὦ ἀγωνίζονται. λείπει δὲ ἡ εἴς.