Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

177. σιδήρεον] ἄμφω γὰρ τμητικὰ, πῦρ καὶ σίδηρος.

νέμοιτο] ἐμφαντικῶς ἀντὶ τοῦ φάγοι.

179. χαῖρέ μοι] ἀντὶ τοῦ ἥδου, ὅτι σοι τὰ πρὸς ἡδονὴν ἀπεπλή- ρωθα.

184. ἀπειλήσας] διὰ τῆς ἀναφωνήσεως ἐθεράπευσε τὸν ἀκροατήν· ἤδη γὰρ συνέπασχε τῇ τοῦ Ἕκτορος αἰκίᾳ.

186. χρῖεν ἐλαίῳ] ἰσχυροποίησε τὸ σῶμα διὰ τῆς χρίσεως, ἵνα μὴ ἑλκόμενον ὑπʼ Ἀχιλλέως ἀποξέοιτο.

190. μὴ πρίν] μή πως πρὸ τοῦ ἀπολυθῆναι τοῖς οἰκείοις τὸ σῶμα σκελετῶδες ποιήσειεν.

192. οὐδὲ πυρή] τὴν ἔμφασιν διὰ τούτου τῶν ὑγρῶν ἐμφαίνει, νικησάντων τὸ πῦρ.

195. Βορέῃ καὶ Ζεφύρῳ] ὡς Θρᾳξί Θρᾴκη γὰρ Τροίας πλησίον.

198. ἀντὶ τοῦ ὁρμὴν λάβοι ἡ ὕλη τοῦ καῆναι, ἵνʼ ᾖ, ὕλη τʼ ἐσ- σεύοιτο καήμεναι. εἰ δὲ ᾖ ὕλην τʼ ἐσσεύαιτο καήμεναι, ἀντὶ τοῦ ἵνʼ ὁρμήσειαν οἱ ἄνεμοι τὴν ὕλην καίειν.

199. μετʼ ἄγγελος ἦλθʼ ἀνέμοισιν] Ἰωνικῶς, ἀντὶ τοῦ πρὸς ἀνέμους ἧλθεν, ὡς Ἀρχίλοχος “μετέρχομαι σύμβουλον.” οὐκ ἐποίησε δὲ ἐκείνους ἀκούοντας, ὅτι βούλεται δηλῶσαι ὡς ἡ Ἶρις φανεῖσα πολλάκις ἀνέμων κίνησιν δηλοῖ, οἱονεὶ πρὸς διέγερσιν αὐτῶν ὁρωμένη.

200. δυσαέος] οὐκ ἀεί, ἀλλὰ χειμῶνι. ἔστι γὰρ χειμῶνος μὲν δυσαὴς, θέρους δὲ προσηνής.

205. οὐχ ἕδος] οὐχ ἑδραστέον.

[*](1. ἐξυφαφθῆναι] *ἐξαφθῆναι 25. ἐσσεύαιτο] ἐσσεύατο: in textu ἐσσεύατο)
312

206. Αἰθιόπων ἐς γαῖαν] χαρίεν ἐν παρέργῳ δεδήλωκεν ὅτι ἀπηλλάγησαν οἱ θεοὶ τοῦ πολέμου καὶ παρʼ Αἰθίοψι πανηγυρίζουσι, πέρας ἐχόντων ἤδη τῶν περὶ τὴν Ἀχιλλέως βούλησιν. ἢ τάχα πρὸς ἀπαλλαγὴν τῶν ἐνοχλούντων ψεύδεται. χθὲς γὰρ θεαταὶ τῆς μάχης ἤσαν, καὶ ἔωθεν φιλονεικοῦσι περὶ Ἕκτορος.

208. τὸν δυσαῆ νῦν κελαδεινὸν εἶπεν· ἔστι δὲ ταυτὸν ἐκ παραλ- λήλου.

218. ὁ δὲ πάννυχος] πολὺ τὸ φιλέταιρον, ὅτι τοσαύτην ἀγρυπνίαν φέρει καὶ χοὰς τοσαύτας χέει.

222. ὡς δὲ πατήρ] αὔξησιν μεγίστην ὅλη ἔχει ἡ παραβολή· εἰς γὰρ ἔνδειξιν στοργῆς πατρὶ παραβέβληται. ἀλλʼ οὐκ ἤρκεσεν Ὁμήρῳ τὰ τῆς εἰκόνος· οὐ γὰρ τυχοῦσαν ἡλικίαν παιδὸς παρέ- λαβεν, ἀλλὰ νυμφίον, τέλειον μὲν, παίδων δὲ οὔπω πατέρα, ὥστε οὖν ὁ πατὴρ καὶ παῖδας ὄψεσθαι τοῦ παιδὸς προσδοκήσας, μετὰ τῆς δευτέρας ἐλπίδος καὶ τὴν πρώτην ἀπώλεσεν.

223. νυμφίου] δηλοῖ ἡ λέξις καὶ τὸν ἤδη πατέρα παίδων· “νυμ- φίον ἐν μεγάροις μίαν οἴην παῖδα λιπόντα” (Od. 7, 65).

225. ἑρπύζων] βαρεῖά τις καὶ μογηρὰ κίνησις διὰ τοῦ ἑρπύζειν δηλοῦται. τοῦτο δὲ πρὸς τὸ ταπεινὸν Ἀχιλλέως διὰ τὴν λύπην.

232. κλίνθη κεκμηώς] ἐξέφρασε τὸν μετὰ πολὺν τὸν κόπον εἰς ὕπνον ἀποκλίναντα. καὶ διὰ τοῦ ὄρουσε τὸ τάχος ἐνέφηνε τοῦ ὕπνου, διὰ πολλὴν ἐπελθόντος ἀγρυπνίαν.

234. δοῦπος ἔγειρεν] τῶν γὰρ λυπουμένων ἐπιπόλαιος καὶ εὐδιά- λυτος ὁ ὕπνος.

243. φιάλῃ] ἀγγείῳ λεβητοειδεῖ, ἐκπεπλατυσμένῳ ἄνωθεν. δημῷ δὲ τὰ ὀστᾶ καλύπτει πρὸς τὸ λιπαινόμενα μὴ εἶναι εὔσηπτα.