Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

840. γέλασαν δʼ ἐπί] βούλεται εἰπεῖν ὅτι καταγέλαστος ἐγένετο ἐπʼ ὀλίγον βαλών· ἢ ὅτι εὐχερῶς ἧκεν αὐτὸν καὶ χαίροντες γελῶσιν.

845. καλαύροπα] ῥάβδον καλὴν ῥοπὴν ἔχουσαν. βάλλουσι δὲ αὐτὴν ὅτε συνενωθείσας βούλονται διακρῖναι τὰς βοῦς. ἔχει δὲ ἐν τῷ κάτω μέρει δεσμὸν, εἰς ὃν εἴρουσι τὴν χεῖρα. παρὰ τὸ ῥέπω δὲ γίνεται ῥέψω ῥέψ ῥόψ καλαῦροψ. καὶ Ἀντίμαχος “πάντες δʼ ἐν χείρεσσι καλαύροπας οὐατοέσσας ἕλον.” τῶν ἅπαξ δὲ εἰρημένων ἐστὶν ἡ λέξις.

846. διὰ βοῦς] διὰ βοῶν, ὡς τὸ “διά τʼ ἔντεα” (806).

850. μέλανα, ὡς τὸ ἰοειδέα πόντον. οἱ δὲ εἰς βελῶν ἐργασίαν ἐπιτήδειον, ἐξ οὗ τὸν καθαρόν· ἡ γὰρ εἰς λεπτὰ κατασκευὴ καθαροῦ δεῖται σιδήρου.

851. διστόμους πελέκεις, δίχα τῶν στελεῶν· οἱ δὲ ὄνομα σταθ- μοῦ ἑξάμνουν παρὰ τοῖς Βοιωτοῖς οὕτω λεγόμενον. οἱ δὲ κατά τινας τάλαντον σιδήρου, κατὰ δὲ ἐνίους ἑκατὸν μνᾶς. οἱ δὲ ἃ τιθέντες διʼ αὑτῶν ἐτόξευον. καὶ ἔστι χαρίεν· ὡς γὰρ τοῖς μονομάχοις ἆθλον τέθεικε πανοπλίαν καὶ τοῖς δισκεύουσιν αὐτὸν τὸν δίσκον, οὕτω τοῖς τοξεύουσι πελέκεας, οἷς εἰώθασι χρῆσθαι. δύο δὲ τίθησι διὰ τὸ μὴ εἶναι πολλοὺς ἀρίστους τοξότας τοῖς Ἀχαιοῖς. ἡμιπέλεκκα δὲ τοὺς μονοστόμους πελέκεις.

855. λείπει τὸ τάδε λέγων. εἴωθε δὲ μεταβαίνειν ἀπὸ τοῦ διηγη- ματικοῦ ἐπὶ τὸ μιμητικόν. ἔστι δὲ δυσχερέστερον τὸ τῆς περιστε- ρᾶς· τοῦ ἑνὸς γὰρ δέδεται ποδὸς, καὶ πτερυσσομένη δυσχερής ἐστι πρὸς τὴν βολήν.

859. ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο] καὶ πῶς φησὶν Ὀδυσσεὺς “οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ” (Od. 8, 219). πρὸς τοὺς ἀγνωρίστους καυχᾶται, ὡς καὶ τὸ “δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀστῷ (ib. 229).

861. κλήρους δʼ] ἴσως γὰρ ὁ πρῶτος βαλεῖ τὴν ὄρνιν καὶ νικήσει.

[*](19. ἐξάμνουν] ἐξομνοῦν 33. τις] om. 34. *βαλεῖ] βάλη)
332

863. ἐπικρατέως] ἰσχυρῶς καὶ δυνάμει πολλῇ, πρὸς τὸ ἐπιτυχεῖν. ἠπείλησεν] οὐκ εὔξατο.

865. μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων] ἐπὶ εὐσέβειαν τοῦτο προ- τρέπει.

870. σπερχόμενος] ἐπειγόμενος ἀπέσπασε τῆς χειρὸς τοῦ Τεύκρου τὸ τόξον· ἑνὶ γὰρ ἠγωνίζοντο τόξῳ ὡς ἑνὶ δίσκῳ. ὀιστὸν γὰρ ἐξ ὅτου ἐκεῖνος ἐτόξευε καὶ ἐπὶ τὸν σκοπὸν ἴθυνεν, οὗτος ἀναλαβὼν κατεῖχεν.

* Πορφυρίου. τί λέγει ἐν τούτοις τοῖς ἔπεσι, ζητήσειεν ἄν τις· “Τεῦκρος δὲ πρῶτος κλήρῳ λάχεν, αὐτίκα δʼ ἰὸν ἧκεν ἐπικρατέως” καὶ τὰ ἑξῆς μέχρι τοῦ “ἀτὰρ δὴ ὀῖστὸν ἔχεν πάλαι ὡς ἴθυνεν.” οἱ μὲν ἔφασαν σπεύδοντα τὸν Μηριόνην ἑλκύσαι τὸ τόξον, τὸν ὀῖστὸν ἔχοντα πάλαι ἐγκείμενον, δηλονότι ἐνηρμοσμένον τῇ νευρᾷ· σημαίνει γὰρ διὰ τούτων ὅτι τοξεύοντος τοῦ Τεύκρου εἱστήκει ὁ Μηριόνης κρατῶν τὸ τόξον ἐντεταμένον, ἡρμοσμένον ἔχων τὸν ὀῖστὸν πάλαι ἐν τῇ νευρᾷ· τότε δʼ εἵλκυσε τὴν νευρὰν, ὡς ἴθυνε βέλος. ἢ οὖν τοῦτο λέγει, ἢ ὅτι τὸ τόξον μὲν ἦν ἓν, ᾧ ἔμελλε τοξεύειν, βέλη δὲ δύο, ἑκατέρῳ ἑνὸς δοθέντος. τὸν μὲν οὖν ὀϊστὸν κατεῖχε πάλαι ὁ Μηριόνης ἕως ἴθυνεν ὁ Τεῦκρος καὶ ἐτόξευε λαχὼν πρῶτος· ἐπεὶ δʼ ἀπετόξευσε καὶ ἀπέτυχε, σπερχόμενος ὁ Μηριόνης ἐξείλετο τὸ τόξον ἐκ τῆς χειρὸς τοῦ Τεύκρου· τοῦτο γὰρ παρίστησι τὸ “σπερχόμενος— ἴθυνεν.” ἐνηρμοσμένον τῇ νευρᾷ ἐξείρυσε τόξον ὡς ἴθυνε τὸν ὀῖστόν· εἶχε πάλαι δηλονότι ἐνηρμοσμένον τῇ νευρᾷ. ἀντιδιαιρεῖ γὰρ τί μὲν κατεῖχε πάλαι ὁ Μηριόνης καὶ τί ὕστερον ἔλαβε· τὸν μὲν γὰρ ὀῖστὸν εἶχε πάλαι ὡς ἴθυνε. πῶς οὖν πάλαι; τοσοῦτόν φησι χρόνον ὡς ἴθυνεν ὁ Τεῦκρος πρῶτος τοξεύων. τὸ δὲ τόξον ἐξείρυσε χειρὸς, ὃ οὐ κατέσχεν αὐτὸς, τῆς τοῦ Τεύκρου. σπερχόμενος δὲ διὰ τὸ ἁρπά- ζοντι ἐοικέναι, διὰ τὸ τάχος τῆς πετομένης περιστερᾶς.

877. πρόσθεν Μηριόναο] τὸ εὔστοχον ἐδήλωσε τῆς βολῆς διὰ τοῦ πρὸ τῶν ποδῶν τοῦ βαλόντος παγῆναι τὸ βέλος.

879. λίασθεν] ἀπεκλίθησαν, τὴν ἰδίαν ἁρμονίαν ἀφέντα.

880. ἀντὶ τοῦ ταχέως· ἢ ἐπειδὴ πνεῦμά ἐστι. πολλὰ δὲ ἐν τῇ ποιήσει κατορθώματα Τεύκρῳ περιάψας, νῦν τοῦτο Μηριόνῃ διὰ τὸ πιθανὸν πορίζεται.

885. ἀνθεματιαῖον ἤτοι ποικίλον, ἀπὸ τῶν ἐντετορευμένων ἀνθῶν, ἃ καὶ ἄνθεμα καλοῦσιν.

[*](8. *Πορφυρίου] om.)
333

886. ἥμονες] τινὲς ῥήμονες· ἀλλʼ εἶπεν “ἥμασιν ἔπλευ ἄρι- στος” (Il.23, 891). ἀπὸ τοῦ ἥσω οὖν ἐστί. διὸ καὶ δασύνεται. καλῶς δὲ Ἀγαμέμνων ἀγωνίζεται ὡς καὶ αὐτὸς χρεωστῶν τῷ θανόντι· διʼ αὐτὸν γὰρ ἀναιρεῖται· καὶ ἵνα ἀνακτήσηται Ἀχιλλέα. πανταχοῦ δὲ εὔστοχός ἐστιν ἀκοντιστής.

892. ἀλλὰ σὺ μέν] ὡς βασιλέα ἀκονιτὶ στεφανοῖ, καὶ οὐ πρό- τερον, εἰ μὴ αὐτὸς ἐκέλευσεν.

897. κήρυκι δίδου περικαλλὲς ἄεθλον] δηλονότι ἐπὶ τῷ ἀπαγα- γεῖν εἰς τὴν βασιλικὴν σκηνήν.