Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
686. ἄντα δʼ ἀνασχόμενοι] ἀνατεινάμενοι καὶ οἷον διατιναχθέντες.
688. χρόμαδος] ὠνοματοποίησε τὸν ψόφον· ἄμα γὰρ καὶ τρίζου- σιν οἱ πύκται, ἐπάγοντες τὰς πληγάς.
691. ὑπήριπε φαίδιμα γυῖα] εἰκότως· ὀστώδης γὰρ ὁ τόπος καὶ διασεῖσαι πᾶσαν τὴν κεφαλὴν δυνάμενος.
692. ὡς δʼ ὅθ] ὅταν ἀρχομένου πνεῖν ἀνέμου ὑποκινῆται καὶ οἷον μελαίνηται τὸ πέλαγος, τότε ἄλλονται οἱ ἰχθύες ἄνω καὶ κάτω. ἐναργὲς δὲ τὸ τῆς εἰκόνος· ἀναπηδᾷ γὰρ ἑκάτερος καὶ πάλιν κατα- φέρεται.
695. ὤρθωσε] νόμος γάρ ἐστι καὶ ἔθος ἄχρι καὶ νῦν τὸ μὴ πεσόντα πλήσσειν.
697. παχύ] πολύ· τὸ γὰρ ὀλίγον τῷ σιέλῳ λεπτύνεται.
698. * τὲ καδδʼ ἀλλοφρονέοντα ἀντὶ τοῦ παραφρονοῦντα.
701. δεικνύμενος] φιλοτιμούμενος.
703. τὸν δέ] ἀπετιμῶντο τὸν τρίποδα δωδεκάβοιον.
704. γυναῖκʼ] διὰ τὸ μαλακὸν καὶ ἀσθενές.
709. κέρδεα εἰδώς] δείκνυσιν ὅτι ἐφάμιλλος τέχνη ἀνδρείας.
711. παλαιὸς καὶ ἀγροικώδης ὁ τρόπος· τὴν γὰρ εὐώνυμον ἑκά- τερος ὑπὸ τὴν πλευρὰν ὑπέβαλλε τοῦ ἀγωνιστοῦ, τῇ δὲ δεξιᾷ κρατεῖ τὴν ὑποβεβλημένην ἑκάτερος τοῦ ἀγκῶνος· τοῖς δὲ μετώποις ἀντη- ρείδοντο. δηλοῖ δὲ τὸ ἀγκάς τὴν τῶν χειρῶν περιβολήν.
ἀμείβοντες] οἱ συστάται, οἳ τὸ σχῆμα τοῦ Λ στοιχείου ἀπο- τελοῦσιν.
714. τετρίγει δʼ ἄρα νῶτα] τοῦτο πρὸς τὸ βίαιον τῆς διατάσεως καὶ τὸ τῶν σωμάτων στερεόν.
715. ῥέεν ἱδρώς] τοσοῦτον ἦν βίαιος ἡ πρόστριψις. δεινὴ δὲ ἡ καρτερία καὶ τῶν ὑπομενόντων καὶ τῶν σφιγγόντων. δηλοῖ δὲ ὡς ἡ αὐτὴ μὲν αὐτοῖς ἦν στάσις, μετέστησαν δʼ ἐπὶ πολλὰ μέρη τοῦ σώματος· ἐπεὶ πῶς ὁ πολὺς ἱδρὼς ἔρρει ;
718. οὐκ ἀναστρεπτέον τὴν περί· δύναται γὰρ ἰσοδυναμεῖν τῷ περισσῶς, ἵνʼ ᾖ ἀντὶ τοῦ ἐξαιρέτως πεποιημένου.
720. ἴς Ὀδυσῆος] ἡ μετὰ τέχνης· τούτῳ γὰρ ἐνίκα, οὐ βίᾳ. ἔστι δὲ παλαιστὴς ἐπιστήμων.
721. ἀνίαζον] εἰς ἀνίαν ἦγον· ἀηδὲς γάρ ἐστι θεαταῖς τὸ ἐπὶ πολὺ τῶν παλαιστῶν ἢ πυκτῶν ἰσόρροπον.
[*](17. ἀνδρείας] ἀνδρίας 24. *διατάσεως] διαθέσεως, superscripto διαστάσεως)724. ἤ μʼ ἀνάειρʼ] εἰκότως προκαλεῖται· πέποιθε γὰρ ἀγωνίσασθαι τῇ ἰσχύι. εἰώθασι δʼ ἐν τοῖς ἀγῶσι τοῦτο ποιεῖν ὃ καλεῖται λαβὴ, καὶ ἀντιδιδόναι ἀλλήλοις ἢ τὸν νῶτον ἢ τὸν αὐχένα ἢ πολλάκις τὸν πόδα.