Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

345. οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι] οὐδεὶς μετὰ σὲ ὁρμῶν καταλάβοι σε· εἰ δὲ καὶ καταλάβοι, ἀλλʼ οὐ παρέλθοι.

346. * Ἀρίονα] Ποσειδῶν ἐρασθεὶς Ἐρινύος, καὶ μεταβαλὼν τὴν αὑτοῦ μορφὴν εἰς ἵππον, ἐμίγη κατὰ Βοιωτίαν παρὰ τῇ Τιλφούσῃ κρήνῃ. ἡ δὲ ἔγκυος γενομένη ἵππον ἐγέννησεν, ὃς διὰ τὸ κρατιστεύειν [*](22. τρέψαι Bekkerus] στέψαι 33. *ἐμίγη—κρήνῃ] ἐμίγη π βοιὦ, τῇ τιλφούσῃ κρήνῃ)

317
Ἀρείων ἐκλήθη. Κοπρεὺς δὲ Ἁλιάρτου πόλεως Βοιωτίας βασιλεύων ἔλαβε δῶρον αὐτὸν παρὰ Ποσειδῶνος· οὗτος δὲ αὐτὸν Ἡρακλεῖ ἐχα- ρίσατο γενομένῳ παρʼ αὐτῷ. τούτῳ δὲ ἀγωνισάμενος Ἡρακλῆς πρὸς Κύκνον Ἄρεως υἱὸν καθʼ ἱπποδρομίαν ἐνίκησεν ἐν τῷ τοῦ Παγασαίου Ἀπόλλωνος ἱερῷ. εἶθ’ ὕστερον οὗτος ὁ Ἡροκλῆς Ἀδράστῳ τὸν πῶλον παρέσχεν· ὑφʼ οὗ μόνος ὁ Ἄδραστος ἐκ τοῦ Θηβαῖκοῦ πολέμου διεσώθη, τῶν ἄλλων ἀπολομένων. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς.

δῖν] διὰ τὸ λίαν ταχὺ τοῦ δρόμου καὶ τὸ κάλλος τοῦ εἴδους θειο- τέρας αὐτὸν ὑπερβολικῶς ἔφησε φύσεως. καλῶς δὲ τὰ ἐν ἑκατέρᾳ ἠπείρῳ διαφέροντα τῶν ἵππων γένη παρέλαβεν.

350. ἑκάστου πείρατ’] τὰ ἀπὸ τῆς ἐμπειρίας ἀποβησόμενα πρά- γματα.

351. Μηριόνης δʼ ἄρα] οὐδὲ ὁ Μηριόνης ἀσκόπως πρὸς τὴν ἀγω- νίαν παρείληπται, ἀλλʼ ἵνα διάθηται τὰ περὶ τὸν Ἰδομενέα περιέ- χοντα φιλονεικίαν ὄχλῳ πρέπουσαν.

353. ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο] ἐναγώνιον συνίστησι τὸν ἀγῶνα, εἴγε ὁ πρῶτος ὕστερος καὶ ὁ ὕστερος πρῶτος ὁρᾶται. ἦν δὲ ὁ δρόμος οὐ δόλιχος. κάμπτουσι δὲ ὀλιγάκις. ἔδει δὲ πολλάκις εἶναι τὸν καμπτῆρα. δίαυλος οὖν ἐστὶ μακρότατος· διὸ καὶ σκοπὸς κά- θηται Φοῖνιξ καὶ σημαίνει τὸ τέρμα τηλόθεν, μή πώς τις ἐντὸς τοῦ καμπτῆρος κάμψῃ· ἅπαξ γὰρ ὁρῶνται ἐπὶ τοῦ αἰγιαλοῦ καὶ ἅπαξ φιλονεικοῦσι περὶ αὐτῶν.

358. μεταστοιχεί] ἀντὶ τοῦ μετὰ στοιχειώσεως καὶ τάξεως.

361. μεμνέῳτο] ἐπιμέλοιτο· “μεμνῆσθαι πατρὸς καὶ μητρός” (Od. 18, 267). προπαροξυντέον δὲ καὶ μετὰ τοῦ ι γραπτέον.

362. οἱ δʼ ἄρα πάντες] πᾶσαν φαντασίαν ἐναργῶς προβέβληται, ὡς μηδὲν ἧττον τοὺς ἀκροατὰς τῶν θεατῶν ἐσχηκέναι.

365. νόσφι νεῶν] ἤρξαντο μὲν ἀπὸ Σιγείου, ἔνθα ἦν Ἀχιλλεὺς, ἔτρεχον δὲ ἐπὶ τὸ Ῥοίτειον· νόσφιν οὖν νεῶν τῶν πρὸς τῷ αἰγιαλῷ νεωλκηθεισῶν. κατὰ δὲ Ἀρίσταρχον ὁ δρόμος γέγονεν ἐν τῷ ἀπὸ τοῦ τείχους διαστήματι ἄχρι τῆς θαλάσσης.

368. ἐν μὲν τῇ πεδιάδι χθονὶ πίλνατο, ἐν δὲ τοῖς πετρώδεσιν ἄνω ᾖρτο. βεβαία δὲ αὐτῶν ἡ στάσις, ὅτι μὴ ἔπιπτον τῇ τῶν ἁρ- μάτων ἀναβολῇ.

[*](7. *ἀπολομένων] ἀπολλομένων 29. ἤρξαντο Bekk.] ἤρξατο)
318

372"ἐπέτοντο] πρὸς γὰρ τῷ τέλει πλέον ταχύνουσι διὰ τὴν νίκην. κονίοντες δὲ κονιόμενοι ἢ κόνιν ἐγείροντες.

382. ἀμφήριστον] ἀμφισβητήσιμον.

383. σεμνοποιῆσαι θέλων τὸν ἀγῶνα, καὶ θεοὺς συμφιλονεικοῦντας εἰσάγει. κατὰ Διομήδους δὲ χωρεῖ ὁ Ἀπόλλων, ὅτι οὐ θεὸν μέγαν ἅζετο, εἰ μὴ μόνῃ εὔχετο Ἀθηνᾷ.

* δεόντως τῶν Εὐμήλου ἵππων προνοούμενος εἰσάγεται ὁ Ἀπόλλων, ἐπεὶ αὐτὸς ἀνεθρέψατο αὐτὰς κατὰ τὸν ποιητὴν λέγοντα “τὰς ἐν Πιερίῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων, ἄμφω θηλείας, φόβον Ἄρεως φερούσας” (Il. 2, 766). δοκεῖ γὰρ κατὰ τὸν μῦθον Ἀπόλλων θη- τεῦσα Ἀλδμήτῳ τῷ Εὐμήλου πατρί.

384. χωομένοιο] συγχεομένου καὶ λελυπημένου ἐπὶ τῇ ἀτυχίᾳ.

387. ἐγκλιτέον τὴν οἷ· ἔστι δὲ ἀντὶ τοῦ αὐτοῦ.

388. ἐλεφηράμενος] παραλόγως καὶ ἀδίκως βλάψας αὐτόν.