Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

126. * οὐκ ἔστι, φησίν, ἄντικρυς Ἀχιλλέως μύθους διηγεῖσθαι, ὁποίους ἂν παρθένοι καὶ ἠΐθεοι. οἱ γὰρ ἀρχαῖοι νομαδικῷ βίῳ χρώ- μενοι μηδέπω οἰκίας κεκτημένος ἀναίδην ἀλλήλοις ἐπιπλεκόμενοι εἰς κοῖλα τῶν δρυῶν καὶ τῶν λίθων ἐξετίθεσαν τὰ γεννώμενα βρέφη. εὑρίσκοντες δέ τινες ταῦτα ἐνόμιζον ἐκ τούτων γεγεννῆσθαι, αἱ τί- κτουσαι γυναῖκες ἀνέτρεφον τὰ ἐκτιθέμενα παρὰ τούτων βρέφη ἐν τοῖς κοιλώμασι τῶν δρυῶν καὶ πετρῶν. τοῦτο δὲ καὶ κατὰ τὴν Ὀδύσ- σειαν ἐμφαίνει· “οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου” (Od. 19, 163) καὶ τὰ ἑξῆς.

127. ληρῶδες ἀρχαιολογίας διηγεῖσθαι, ἀπὸ τοῦ τὸ παλαιὸν ὀρει- νόμων ὄντων τῶν ἀνθρώπων ἐκεῖσε τίκτεσθαι· ἢ χρησμοὺς διηγεῖσθαι· [*](23. ἄντικρυς Bekk.] ἀντικρὺ fuit: v. Valcken. p. 73. 30. παλαιφιάτου] *παλαιφάγου, 32. ληρῶδες Cobetus] ληρώδεις quae aliorum librorum scriptura)

289
Δωδώνη γὰρ δρῦς, πέτρα δὲ Πυθών. ἢ περιττολογεῖν ἀπὸ τῶν περὶ τὰς δρῦς φύλλων καὶ τὰς πέτρας κυμάτων. καλῶς δὲ τὸ φλύαρον τῶν λόγων ἀκάκων ὁμιλίαις παραβάλλει μύθοις παλαιοῖς τερπομένων- διὰ δὲ τὴν πολυλογίαν τῇ ἀναλήψει ἐχρήσατο.

129. ἔριδι ξυνελαυνέμεν] εἰς ἔριν ἢ μετʼ ἔριδος συμβαλεῖν.

130. εἴδομεν] λείπει τὸ ἵνα. καίτοι δὲ προλογισάμενος οὐ μένει τὴν θέαν Ἀχιλλέως, ἀλλὰ νικᾶται τῷ πάθει.

131. ὁ δέ οἱ σχεδὸν ἦλθεν] ὑφʼ ἓν πάντα πράττεται. οἱ μὲν δέονται, ὁ δὲ διαλογίζεται, ὁ δὲ ἔπεισιν. ἅμα δὲ πάντα λέγειν ἀδύνατον.

132. κορυθάῖκι] τῷ κινοῦντι ἐν τοῖς πολέμοις τὴν περικεφαλαίαν· “ἀμφὶ δὲ πήληξ σμερδαλέον κροτάφοισι τινάσσετο” (Il. 15, 609).

135. ἠελίου ἀνιόντος] πρὶν διασκεδάσει τὰς αὐγὰς, ὅτε καὶ ὁρα- θῆναι δύναται.

136. ὑπερβατῶς, Ἕκτορα δʼ ἕλε τρόμος.

137. ὀπίσω δὲ πύλας λίπε] φεύγει γὰρ ἐπὶ τὸν ἐρινεὸν καὶ τὸ τοῦ Ἴλου σῆμα εἰς τὰ δεξιὰ τῆς πόλεως· ὁ γὰρ Ἀχιλλεὺς ἀπὸ τοῦ Σκαμάνδρου καὶ τῶν ἀριστερῶν μερῶν ἀναστρέφει. ἢ ὀπίσω ἀντὶ τοῦ κατὰ νώτου, καὶ πυλῶν ἐφʼ ὧν ὁ Πρίαμος εἱστήκει.

φοβηθείς γὰρ βῆ ἀντὶ τοῦ φεύγων ἀπέβη.

139. κίρκος ὄρεσφιν] ὄρειος γάρ ἐστι καὶ ὀξύπτερος καλεῖται διὰ τὸ τάχος τῆς οἰκείας πτήσεως.

141. πάλιν φοβεῖται ἀντὶ τοῦ φεύγει. ὕπαιθα δὲ ἀντὶ τοῦ ἔμπροσθεν ἢ ἐκ πλαγίου.

ὀξὺ λεληκώς] ἐγγὺς γὰρ γεγονὼς πυκνὰς τὰς ἐπιπτήσεις ποιεῖ καὶ βοᾷ τῇ τοῦ λαβεῖν ἐλπίδι. ἰδίωμα δὲ φωνῆς τὸ λεληκέναι ὡς τὸ κλάζειν.

145. σκοπιὴν καὶ ἐρινεόν] οὐ τὸν ὄντα πρὸς τὸ τεῖχος, ἀλλʼ ἐπὶ τὸ σῆμα τοῦ Ἴλου.

146. τὸ ἑξῆς, κατʼ ἀμαξιτὸν αἰὲν ἐσσεύοντο ὑπὲκ τείχεος. βραχύ δὲ διασταλτέον μετὰ τὸ ὑπέκ. ἐμφαντικώτατα δὲ κεῖνται αἱ προ- θέσεις. δηλοῦσι γὰρ τὸν μὲν ὑποδῦναι τὸ τεῖχος σπεύδοντα, τὸν δὲ ἐξωθοῦντα αὐτόν. ἀμαξιτὸς δὲ ἡ λεωφόρος καὶ βασιλικὴ ὁδός.·

147. κρουνοὶ καλοῦνται καὶ οἱ ἀπὸ τῶν ὀρέων μετὰ ψόφου καὶ κρούσεως νάοντες χειμάρροι. νῦν δὲ αἱ τῶν πηγῶν ἀπόρροιαι· ὁ γὰρ Σκάμανδρος κατὰ ἀνατολὰς τῆς Ἴδης ῥεῖ, πρὸ τριῶν τῆς Ἰλίο

290
σταδίων, ὑπόγειος δὲ γινόμενος ἐν Ἰλίῳ δύο ἀναδίδωσι πηγὰς, ἀφʼ ὧν οἱ κρουνοί. εἰς δὲ τὸ Σκαμάνδρου λείπει ἡ ἀπό, ἵνʼ ᾖ ἀπὸ Σκα- μάνδρου. δαιμονίως δὲ τὸν τῆς διώξεως καιρὸν οὐκ ἀργὸν κατέλιπεν, ἀλλʼ ὥσπερ διατριβὴν ποριζόμενος τῇ ἀκοῇ τοὺς μὲν τρέχειν φησὶν, αὐτὸς δὲ ψυχαγωγεῖ τῇ ἐπεισαγωγῇ τῆς ἀφηγήσεως τὸν ἀκροατήν.

*Πορφυρίου. ζητοῦσί τινες πῶς τὸν Σκάμανδρον ἀπὸ τῆς Ἴδης εἰπὼν ῥεῖν (κατηρίθμητο γὰρ δῖός τε Σκάμανδρος τοῖς ἀπʼ Ἰδαίων ὀρέων ἅλαδε προρέουσιν Il. 12, 19. 21) ὕστερόν φησιν “κρουνὼ δʼ ἵκανον καλλιρρόω, ἔνθα δὲ πηγαὶ δοιαὶ ἀναΐσσουσιν Σκαμάνδρου δινή- εντος,” ὑπὸ τὸ τεῖχος τὰς πηγὰς τοῦ Σκαμάνδρου λέγων ῥεῖν· μά- χεται γὰρ δὴ τὸ ἐν τῷ πεδίῳ ὑπὲκ κατʼ ἀμαξιτὸν τὰς πηγὰς εἶναι τοῦ Σκαμάνδρου τῷ ἐκ τῆς Ἴδης αὐτὸν λέγοντι ῥεῖν. λύεται δὲ ἐκ τῆς παραλείψεως τῆς ἔξ. ἔστι γὰρ τὸ πλῆρες, ὅτι πηγαὶ δύο ἐκ τοῦ Σκαμάνδρου ἀνίασι κατὰ τὸ πεδίον, ἀλλʼ οὐχ ὅτι τοῦ Σκαμάν- δρου εἰσὶν αἱ ἐν τῷ πεδίῳ πηγαί.

149. ὕδατι λιαρῷ ῥέει] ἀντὶ τοῦ περιρρέεται τῷ ὕδατι. προσ- ληπτέον δὲ τὸ χειμῶνι.