Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

263. οὐδὲ λύκοι τε καὶ ἄρνες] ἐντεῦθεν ἡ παροιμία φησὶν “οὕτως φιλοῦσι λύκοι τοὺς ἄρνας ὡς φιλέουσιν ἀντερασταί.”

265. φιλήμεναι] ἀντὶ τοῦ φιλῆσαι ἀλλήλους.

266. εἰς τοῦτο ἡ διάνοια καταστρέφει, ὅτι πρότερον συμβήσεται τὸν ἕτερον ἡμῶν πεσεῖν πρὶν ἢ ὅρκους ἡμᾶς ποιήσασθαι.

270. οὔ τοι ἔτʼ ἔοθʼ ὑπάλυξις] ἡ καύχησις ὑπὲρ ἄνθρωπον· οὐ γὰρ ἀνατίθησι τῇ τύχῃ τὰς ἐλπίδας, ἀλλὰ θαρρῶν τῇ θεῷ διαβε- βαιοῦται τὸ μέλλον.

272. κήδεʼ ἐμῶν ἑτάρων] ὁ νοῦς οὕτως· νῦν δώσεις δίκας ὑπὲρ τῆς λυπήσεως τῆς γενομένης μοι ἕνεκεν τῶν ἑταίρων.

274. ἠλεύατο] ἐναγώνιον τὴν στάσιν ποιεῖ διὰ τῆς ἀποτυχίας, καὶ μικροῦ δεῖν τῆς νίκης ἐλπίδας Ἕκτορι δίδωσιν. ἐπιλειψάσης δὲ ἐκεῖνον τῆς Μοίρας καὶ οἱ θεοὶ πάντες ἐῶσιν.

280. ἔφης γε] ἔφης γε μὲν εἰδέναι, οὐκ ᾔόεις δὲ ἀκριβῶς. ταῦτα δὲ διὰ τὸ “ἄφαρ δέ σε Παλλὰς Ἀθήνη ἔγχει ἐμῷ δαμάᾳ” (270).

281. ἀπηρτισμένος εἰς τὸ λέγειν ὥστε πιστεύεσθαι. ἐπίκλο- πος δὲ ἠσκηκὼς λόγοις ἀπατᾶν, διὰ λόγων τοὺς πολλοὺς παραλογι- ζόμενος.

284. ἰθὺς μεμαῶτι] εἰς τοὔμπροσθεν κατὰ σοῦ μοι χωροῦντι. ἀγαθὰ δὲ ταῦτα τοῖς νέοις πρὸς μίμησιν.

[*](15. παροιμία] ApudPlaton. Phae- παῖδα φιλοῦσιν ἐρασταί. V. Leutsch. dro p. 211 ὡς λύκοι ἔρνʼ ἀγαπῶσʼ, ὢς ad Diogen. Proverb. 8, 76. p. 320.)
295

285. ἄλευε] προπαροξυτόνως· ἔστι γὰρ προστακτικόν. ἐν εἰρω- νείᾳ δὲ ὁ λόγος.

286. ὡς] ἀντὶ τοῦ εἴθε. ἀπʼ ἄλλης δὲ ἀρχῆς τοῦτο.

293. κατηφήσας] κάτω τὰ φάη ἔχων. οὐδὲ δέ : οὐ γάρ ἀεὶ δὲ δύο ἔχων δόρατα (“πάλλων γάρ” φησιν “ὀξέα δοῦρα” Il. 6, 104. 11, 212). πῶς νῦν οὐκ ἔχει: ἢ κατὰ τὸ σιωπώμενον θάτερον ἐν τῷ δρόμῳ πρὸς βάρος ὂν ἀπεβάλετο.

294. ἅπαξ ἐχρήσατο. τὸ παράσημον δὲ τῶν ὅπλων τὴν ἀρετὴν ἐμφαίνει τοῦ φοροῦντος.

297. ὦ πόποι] ἐλεεινοτάτη ἡ ἀναφώνησις καὶ εἰς οἶκτον κινοῦσα. 300, 301. βραχὺ διασταλτέον εἰς τὸ κακός, καὶ στικτέον τὸ ἄνευθεν· τὸ δὲ ἀλέη καθʼ ἑαυτὸ προενεκτέον, λείποντος τοῦ ἔστι. δηλοῖ δὲ τὴν ὑπάλυξιν καὶ ἔκκλισιν.

304. ἀσπουδί] δίχα ταλαιπωρίας.