Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

221. προπροκυλινδόμενος] πρὸ τοῦ Διὸς προκυλινδόμενος. ποιοῦσι δὲ τοῦτο οἱ ἱκετεύοντες· “κυλινδόμενος κατὰ κόπρον” (414). τινὲς δὲ προασπίζων τοῦ Διός.

222. ἄμπνυε] ἐν σεαυτῷ γενοῦ καὶ τὸ πνεῦμα συνάγαγε.

227. Δηϊφόβῳ εἰκυῖα] οὗτος γὰρ μετὰ θάνατον Πάριδος ἡγήσατο τῆς στρατιᾶς. ὡς δῆθεν δὲ συμμαχήσων ἔρχεται.

ἄτοπον θεὸν οὖσαν πλανᾶν τὸν Ἕκτορα. ἢ τὰ ἴσα πράττει Ἀπόλ- λωνι, ἐπεὶ κἀκεῖνος ἐπέθετο Πατρόκλῳ καὶ Ἀχιλλεῖ.

229. ἠθεῖʼ] σεπτικὴ φωνὴ πρὸς πρεσβύτερον ἀδελφόν· “ἀλλά μιν ἠθεῖον καλέω” (Od. 14, 147) ἀντὶ τοῦ ὡς πρεσβύτερον ἀδελφὸν σέβω καὶ αἰδοῦμαι. ἔστι δὲ ὑποπτεῦσαι τῶν Πριαμιδῶν πρεσβύ- τερον εἶναι τὸν Ἕκτορα.

234. γνωτῶν] γνωτὸς ὁ ἀδελφὸς παρὰ τὸ πλέον τῶν ἄλλων γνω- ρίζεσθαι.

235. τιμήσασθαι] λείπει τὸ σέ, ἵνʼ ᾖ νῦν δὲ καὶ μᾶλλον κατὰ νοῦν ἔχω τιμῆσαί σε.

241. τοῖον] τοίως ὡς μηδένα συγχωρεῖσθαι πολεμεῖν αὐτῷ.

246. σῷ δουρί] εὖ τὸν κίνδυνον ἐκοινοποιήσατο, τὴν δὲ νίκην μόνῳ περιῆψεν Ἕκτορι.

247. ἢ περισσὸς ὁ καί, ἢ τὸ φαμένη ἀντὶ τοῦ ἔφη. ἢ πρὸς τῷ ταῦτα εἰρηκέναι καὶ δολίως ἡγήσατο.

251. δίον] ἔδεισα· “περὶ γὰρ δίε ποιμένι λαῶν” (Il. 5, 566). ἢ ἐδιώχθην, ὡς τὸ “ἀπὸ μεγάροιο δίεσθαι” (Od. 17, 398). ἢ φο- βηθεὶς ἔφυγον.

[*](2. ἐξήκοντα] τριάκοντα Townl. 33. “ὡς τὸ] om. 4. Αἰσχύλος] Fr. 276. μεγάροιο] στρατοῖο)
294

253. ἕλοιμί κεν ἤ κεν ἀλοίην] τὰ ἀμείνω πρῶτα λέγει καὶ λίαν θρασύνεται. ἔστι δὲ τὸ θράσος αὐτοῦ ἐλεεινὸν, ἐκ φενακισμοῦ καὶ πλάνης ἐγειρόμενον.

254. ἐπιδώμεθα] ἑαυτοῖς μάρτυρας καὶ ἀναδόχους ἢ ἐπόπτας ποιήσωμεν πρὸς τὸ ἰδεῖν. ἢ εἰς οὐρανὸν ἀποβλέψωμεν, οὗ εἰσὶν οἱ θεοί. ἢ ἐπικαλεσώμεθα αὐτούς.

255. ἁρμονιάων] ἁρμογῶν, ἀφʼ οὗ δηλοῖ τὸ ὁμολογιῶν, συνθηκῶν, συμβολῶν.

257. καμμονίην] τὴν μονομερῆ νίκην. περὶ ὃ δὲ μάλιστα δέδιεν, αἰκιζόμενος ὁ Ἕκτωρ οἶκτον κινεῖ.

261. ἄλαστε] ἄλαστόν φησι τὸν ἀνεπίληστα κακὰ δεδρακότα. συνημοσύνας δὲ συνθήκας· οἱ γὰρ συντιθέμενοι εἰς ταὐτὸν ἀφιᾶσι τὴν γνώμην.

συνημοσύνας] σύμβολα καὶ κοινοβουλίαι.

263. οὐδὲ λύκοι τε καὶ ἄρνες] ἐντεῦθεν ἡ παροιμία φησὶν “οὕτως φιλοῦσι λύκοι τοὺς ἄρνας ὡς φιλέουσιν ἀντερασταί.”

265. φιλήμεναι] ἀντὶ τοῦ φιλῆσαι ἀλλήλους.

266. εἰς τοῦτο ἡ διάνοια καταστρέφει, ὅτι πρότερον συμβήσεται τὸν ἕτερον ἡμῶν πεσεῖν πρὶν ἢ ὅρκους ἡμᾶς ποιήσασθαι.

270. οὔ τοι ἔτʼ ἔοθʼ ὑπάλυξις] ἡ καύχησις ὑπὲρ ἄνθρωπον· οὐ γὰρ ἀνατίθησι τῇ τύχῃ τὰς ἐλπίδας, ἀλλὰ θαρρῶν τῇ θεῷ διαβε- βαιοῦται τὸ μέλλον.

272. κήδεʼ ἐμῶν ἑτάρων] ὁ νοῦς οὕτως· νῦν δώσεις δίκας ὑπὲρ τῆς λυπήσεως τῆς γενομένης μοι ἕνεκεν τῶν ἑταίρων.