Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

569. ἐν δὲ ἴα ψυχή] ὁ διαλογισμὸς ἀνθρώπινος, ὅτι ἓν σῶμα καὶ μία ψυχὴ καὶ τρωτὸς ὁ χρώς· ἀλλὰ τὴν ἀρετὴν αὐτοῦ οὐδαμοῦ ἐνθυμεῖται. εἰ δὲ τοιαῦτα πάντες ἐνενόουν οἱ μαχόμενοι, οὐκ ἂν ἔδεισάν ποτε τοὺς πολεμίους.

571. ἀλεὶς μένεν] συστρέψας τὸ πρώην ὁρμώμενον σῶμα εἰς φυγὴν ἔμενεν.

573. ὐΐτε πόρδαλις] θυμικὸν τὸ ζῷον καὶ πολεμικὸν μέχρι θανάτου. τοσοῦτον δὲ τῶν ἄλλων προὔχει ὅσον ἐκεῖνα τῶν ἡμέρων. ἐν δὲ παρδάλεσι καὶ ἄρκτοις τὰ θήλεα ἰσχυρότερα.

575. Ἀρίσταρχός τινάς φησι γράφειν κυνυλαγμόν· καὶ Στησί- χορος ἔοικεν οὕτως ἀνεγνωκέναι· φησὶ γὰρ “ἀπειρέσιοι κυνυλαγ- μοί.” οὐχ ὁρῶμεν δέ τι πλέον ἐκ τῆς συνθέσεως· ὁ γὰρ ὑλαγμὸς καὶ χωρὶς τοῦ προσκεῖσθαι τὸ ὄνομα ἰδίως ἐπὶ κυνῶν ἀκούεται, ὡς ὁ χρεμετισμὸς ἐπὶ τῶν ἵππων. ἄλλως τε τὰ εἰς γμος ῥηματικὰ μετὰ προθέσεως πέφυκε συντίθεσθαι, τῆς αὐτῆς τάσεως μενούσης, παιγμός ἐμπαιγμός, κηρυγμός ἐκκηρυγμός. καὶ τὸ ὑλαγμός οὖν παρὰ τὸ ὑλάσσειν γεγονὸς οὐ συντεθήσεται μετʼ ἄλλου μέρους λόγου. σύνδεσμος οὖν ἐστὶν ὁ κέν.

581. ἀσπίδα μὲν πρόσθʼ ἔσχετο] φησὶν Ἡρακλέων ἐν Ῥώμῃ τοῦτο τεθεᾶσθαι. ὁ δὲ βαλὼν, φησὶ, τὸ θωράκιον ὃ περιέκειτο, ἑτέρῳ περιέθηκεν ὡπλισμένῳ καὶ ἀκμῆτι, ἵνα ἐπʼ αὐτὸν τραπῇ.