Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

181. λείπει τὸ ἀντί. ἢ ἐν Τρωσὶν ἀνάξειν μετὰ τῆς τιμῆς τοῦ Πριάμου.

[*](7. αὐτῶν Bekkerus] αὐτὸν 15. ὑφ᾿ οὖ—ἀγριοῦται] Haec a m. sec.)
239

183. ἀεσίφρων] κοῦφος καὶ ἀσύνετος τὴν φρένα.

*ἀεσίφρων λέγεται ὁ μὴ διεγηγερμένος τὰς φρένας. γίνεται δὲ ἐκ τοῦ ἄω τὸ κοιμῶμαι, ἀφ᾿ οὗ καὶ τὸ “τί πάννυχον ὕπνον ἀωτεῖς” (Ιl. 10, 159);

187. ἤδη μὲν σέ γε] ἔθος ἀρχαῖον τὸ ἐξονειδίζειν δειλίαν ἢ καὶ ἀχαριστίαν· καὶ ἀλλαχοῦ “ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων” (Od. 16, 424). καὶ τὸ μὲν ἀμεταστρεπτὶ φεύγειν ὀνειδισμός ἐστιν ἐσχάτης δειλίας· αὐτὸς δέ φησιν ἑλεῖν καὶ τὴν ὑποδεξαμένην αὐτὸν πόλιν.

188. ἀναστρεπτέον τὴν ἀπό· τινὲς δὲ τῷ σεῦα συντάσσουσιν αὐτήν.

194. ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο] ἀναλαβέσθαι αὐτόν φησι τὸν θεὸν καὶ ἀλλαχοῦ διασῶσαι, ἐπεὶ μὴ εὑρέθη ἐν Λυρνησσῷ.

198. πρίν τι κακὸν παθέειν] ὁρῶν αὐτοῦ τὴν προθυμίαν σημειοῦται τὸν ἐσόμενον αὐτῷ ὄλεθρον.

200. μὴ δή μ᾿ ἐπέεσσι] ἀποσιωπᾷ τὰ περὶ τῆς ἥττης· ἀπρεπὲς γὰρ τὸ συνομολογεῖν πρὸς τὸν πολέμιον. ἐν δὲ τῷ πρὸς Ἀπόλλωνα λόγῳ εὐπρεπέστερον αὐτὰ ἀνωμολόγησεν (90).

202. κερτομίας τοὺς σαρκασμοὺς οὓς εἶπεν ὡς περὶ τῆς ἀρχῆς αὐτοῦ μαχομένου· αἴσυλα δὲ τὰς παρὰ τὸ καθῆκον λεγομένας ἀπειλάς. πιθανῶς δὲ τοῖς λόγοις Ἀπόλλωνος καταχρῆται πρὸς τὸν φόβον καὶ αὐτὸς, ὑπομιμνήσκων ὅτι μείονος γενέσεως τυγχάνει παῤ αὑτόν.

204. πρόκλυτ᾿ ] προηκουσμένα καὶ προεγνωσμένα.

210. ἕτεροι] διὰ τὸ δύο εἶναι τοὺς γονέας ἑκατέρου. δῆλον δὲ ὅτι ἔτι ζῆ Ἀγχίσης.

211. ἑκατέροις δύναται προσδίδοσθαι τὸ σήμερον πρὸς διάφορον στιγμήν.

213. δαήμεναι] παρῆκται ἡ ὁμιλία κατὰ ποιητικὴν συνήθειαν πρὸς ὠφέλειαν τῶν ἀκροατῶν, ἵνα τὴν Τρωῖκὴν γενεαλογίαν μάθωμεν. ἢ ὅτι τοῖς πολεμίοις ἐξεταζόμενα τὰ γένη λαμπρότητα μεγίστην φέρει· τοὺς γὰρ εὐγενεῖς καὶ εὐψύχους νομίζουσιν. ἀεὶ δὲ σπεύδει ὁ ποιητὴς παραπλέκειν τὰ ἀρχαῖα γένη, ὥσπερ ἐν τῇ Γλαύκου καὶ Διομήδους συστάσει ὅλον τὸ Αἰόλου γένος εἶπεν. ἔοικε δὲ λέγειν ὅτι τὸ μὲν κατὰ μητέρα γένος τοιοῦτο· εἰ δὲ καὶ τὸ κατὰ πατέρα θέλεις, πολλοῖς ὂν γνώριμον, ἄκουε.

240

215. * Δάρδανος ὁ υἱὸς Διὸς καὶ Ἡλέκτρας τῆς Ἄτλαντος θυγατρὸς, διιὼν τὴν Σαμοθρφᾴκην, ἐπομβρίας γενομένης κατασκευάσας σχεδίαν καὶ ἀσκὸν αὑτῷ περιθεὶς διεκομίσθη εἰς τὴν Ἴδην τῆς Τρωά- δος, καὶ ἀποβὰς Διὸς ὑποθεμένου κτίζει πόλιν, ἣν ἀφ᾿ ἑαυτοῦ Δαρ- δανίαν ἐκάλεσεν. ἡ ἱστορία παρὰ Λυκόφρονι.

221. φιλόλουτρον γάρ ἐστι τὸ ζῷον, ἥδεται δὲ τοῖς ἕλεσι καὶ τοῖς θολεροῖς τῶν ὑδάτων.

βουκολέοντο] κατὰ μετάθεσιν ὁ λόγος, ὡς καὶ Εὐριπίδης (Phoen. 28) “ἱπποβουκόλοι ἄνδρες.”

223. τάων καὶ Βορέης ἠράσσατο] ἄδηλον μὴ τῶν πώλων ἠράσθη. φησὶ δὲ Ἀριστοτέλης ὁρμητικωτάτην εἶναι τὴν ἵππον πρὸς συνδυ- ασμὸν, καὶ ἐξανεμουμένην πρὸς ἄρκτον ἢ πρὸς νότον τίκτειν.

τάων] τούτων· λείπει δὲ τὸ τινῶν, τούτων τινῶν καὶ Βορέης ἠράσ- σατο· οὐ γὰρ πασῶν.

227. ἀνθερίκων] ὑπερβολικῶς εἶπεν, ἔστι δὲ ἀνθέρικος, ὥς τινες, ὁ τοῦ ἀσφοδέλου καυλός. οἱ δὲ τοὺς ἀθέρας τοῦ σίτου φασὶν, ὡς καὶ Ἡσίοδος “ἐπὶ πυραμίνους ἀθέρας φοίτασκε πόδεσσιν.”

228. Ἀρίσταρχος ἄλλοτε, ὁ δὲ Ἡωδιανὸς ἀλλ᾿ ὅτε.

ῥηγμῖνος δὲ τῆς ἐπιφανείας· ὡς τὸ “ἡμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν” (Od. 12, 214).

233. ὃς δή] ἔσχατον αὐτὸν ὀνομάσας πάλιν ἀνέλαβεν, ἐπείπερ αὐτῷ γένος οὐχ ὑπελείπετο.

234. ἀνηρείψαντο] ἀπὸ τῆς ἔρας ἀνεβάστασαν. ὑφ᾿ ἓν δὲ τὸ ἀνηρείψαντο. τινὲς δὲ τὸν ἂν σύνδεσμον ἀνεδέξαντο, ἵν᾿ ᾖ ὁ λόγος οὕτως· τοῦτον δὲ ὅσον ἕνεκα τοῦ κάλλους καὶ ἀνηρείψαντο ἂν οἱ θεοὶ, δηλονότι εἰ μὴ ἐτεθνήκει. καὶ γὰρ οὐδέποτε, φασὶ, παρὰ τῷ ποιητῇ εἰσάγεται οἰνοχοεύων ὁ Γανυμήδης. ἀλλὰ πρὸς τοῦτο λεκτέον, πρῶτον μὲν ὡς οὐδέποτε χωρὶς τοῦ αν ὁ ποιητὴς λέγει τὸ ἠρείψαντο· ἔπειτα ἐν ἑτέροις λέγει “δῶχ᾿ υἷος ποινὴν Γανυμή- δεος.” τὸ δὲ πάντων μεῖζον, ὁ καί συμπλεκτικὸς ἐπιζητεῖ πράγ- ματα ἃ συμπλέκει, ὁ δὲ ἄν ἀναιρετικός ἐστι πάντων τῶν προῦ- παρχόντων· πῶς οὖν δύναται συνταχθῆναι ὁ ἄν τῷ καί; εἰ δέ φασιν ὡς οὐ φαίνεται διακονούμενος τοῖς θεοῖς, ἴστωσαν ὅτι δύο συμπόσια παρεισάγονται, καὶ ἐν μὲν τῷ πρώτῳ γέλωτος ἕνεκεν ὁ [*](17. Ἡσίοδος] Fragmentum integrius apud Eustath. p. 245. 31. * πάντων] om.)

241
Ἥφαιστος οἰνοχοεῖ, ἐν δὲ τῷ ἑτέρῳ Ἥβη· παρεῖναι γὰρ τοῦτον οὐκ εἰκὸς εἰς καταστροφὴν Ἰλίου τοῖς θεοῖς βουλευομένοις. Μνασέας δέ φησιν ὑπὸ Ταντάλου ἡρπάσθαι καὶ ἐν κυνηγεσίῳ ἀναιρεθῆναι, Δωσιάδης δὲ ὑπὸ Μίνω· καὶ ὁ λιμὴν ὅθεν ἡρπάσθη, Ἁρπαγίας καλεῖται· ἀξιοῦντος δὲ μιγῆναι αὐτῷ κατακρημνίσαι αὑτόν· τὸν δὲ πλάσασθαι τῷ πατρὶ ὡς θύελλα αὐτὸν ἥρπασεν. ἐξ αὐτῶν δὲ πρῶτον ἡ παιδεραστία ἤρξατο· τῇ γὰρ εὐεξίᾳ τῶν σωμάτων ἐκινήθησαν κατ᾿ ἀλλήλων.

*Πορφυρίου. κατηγοροῦσι τοῦ ποιητοῦ ὡς μαχόμενα λέγοντος, ὅταν ποτὲ μὲν τὸν Γανυμήδην οἰνοχόον εἶναι τῶν θεῶν λέγῃ, ποτὲ δὲ τὴν Ἥβην. οὐκοῦν λύσομεν ὀνόματι καὶ λέξει, ὅτι οὐχὶ τῶν θεῶν, ἀλλὰ τοῦ Διὸς αὐτὸν οἰνοχόον ἀποφαίνει (ἔχει γὰρ ἡ λέξις οὕτως “τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν”), ἡ δὲ Ἥβη τοῖς θεοῖς οἰνοχοεῖ. προσώπῳ δὲ, ὅτι τὸ μὲν ἐκ τοῦ ποιητοῦ λέγεται, τὸ δὲ ἐξ Αἰνείου, ὃν εἰκὸς μεγαλύνειν τὸ αὑτοῦ γένος. καιρῷ δὲ καὶ χρόνῳ, ὡς ἐγχωρεῖ πάλαι ποτὲ αὐτὸν ἁρπασθέντα πρὸς τὴν διακονίαν ταύτην ὑπὸ τοῦ θνητὸν εἶναι μηκέτι παραμένειν ἕως τῶν Ἰλιακῶν. ἔθει δὲ, ὡς πολλοῖς νενομισμένον ἐστὶν οἰνοχόοις χρῆσθαι ἄρρεσι καὶ θηλείαις, ὥστε οὐδ᾿ ἐν θεοῖς ἄτοπον τοῦτο. τὸ μὲν οὖν ἐναντίον οὕτως ἐλέγχεται, τὸ δ᾿ ἀδύνατον ἐγκαλεῖται οὕτως.

240. Ἕκτορα] ἀπὸ τοῦ ἀρίστου τῶν Πριαμιδῶν ἠρκέσθη τὸ σύμ- παν δηλῶσαι γένος.