Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

334. σεῦ] ὀρθοτονητέον διὰ τὴν ἀντιδιαστολήν.

φίλτερος ἀθανάτοισι] πολλάκις γὰρ καὶ ἰσχυροῦ περιγίνεται θεοφιλής.

335. συμβλήσεαι] ἀπροοράτως συμβάλῃς. πρὸς κατάπληξιν καὶ τὸ ὑπὲρ μοῖραν τέθειται. οὐ μόνον δὲ διασώζει, ἀλλὰ καὶ εἰς τὸ μέλλον ὑποθήκας δίδωσι σωτηρίας.

362. στιχός] ὡς τριχὸς, ἀπ᾿ εὐθείας τῆς στίξ. λέγει δὲ ὅτι πορεύσομαι ἕως τοῦ διόλου, ἤτοι τοῦ πέρατος τῆς φάλαγγος.

367. καί κεν ἐγὼν ἐπέεσσι] εἰς τὰ ἔργα κελεύει ἀφορᾶν, οὐκ εἰς τὰς ἐπαγγελίας. τάχα δὲ διδάσκει μὴ μέγα κατὰ τῶν ἀπόντων φρονεῖν.

370. κολούει] ἀτελὲς ποιεῖ, ὡς τὸ “πῆλ᾿ αὕτως ἐν χειρὶ κόλον δόρυ” (ΙΙ. 16, 117).

372. ποικίλον τὸ διανόημα, καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον, καὶ διὰ τῆς ἐπαναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς ἀμφοῖν δυνάμεως, πυρὸς μὲν ὀξύτητα, σιδήρου δὲ καρτερίαν παραλαβόν.

375. καὶ τότ᾿ ἄῤ Ἕκτορα εἶκε] λείπει ἡ πρός, ἵν᾿ ᾖ πρὸς Ἕκ- τορα.

376. μηκέτι] μηδαμῶς προμάχει, ἀλλὰ σὺν τοῖς ἄλλοις αὐτὸν ἐκδέχου. ταμιεύεται δὲ ὁ ποιητὴς τὸ πρόσωπον Ἕκτορος εἰς τὰ τελευταῖς.

383. ἐσθλὸν Ὀτρυντείδην] ἔθος μὲν αὐτῷ ποικίλλειν ἐν ταῖς ἐπιδιηγήσεσι τὸν λόγον, νυνὶ δὲ καιριώτατα χρῆται τῷ τοιούτῳ εἴδει· μετὰ γὰρ τὰς τοσαύτας μάχας καὶ ἀναιρέσεις ἔδει καὶ ἄλλοις ἔξωθεν ἔπεσι χρήσασθαι διὰ τὸ προσκορές. ἅμα δὲ καὶ περὶ τοῦ συστῆσαι τὸν πρώτως ὑπ᾿ Ἀχιλλέως ἀνῃρημένον, ὅτι οὐ τῶν τυχόν- των ἦν.

385. *Τμώλῳ] ὄρος Λυδίας.

διὰ τοῦ δ τὸ Ὕδης· ἔστι γὰρ πόλις Λυδίας. γράφεται δὲ καὶ [*](2. Μουσῶν δὲ κενὸς] Recta scrip- p. 205, 25. In codice Veneto A tura est Μουσέων κεινός: v. vol. 2, est μουσαῖον κεῖνος ἀνὴρ ἀτέει.)

248
διὰ τοῦ λ, ὡς τὸ “Ὕλῃ ἔνι οἰκία ναίων” (ΙΙ. 7, 221)· ἔστι δὲ πόλις τῆς Βοιωτίας.

386. ἰθὺς μεμαῶτα] ἀντὶ τοῦ εἰς εὐθὺ ὁρμῶντα.

387. πᾶσα] ἀντὶ τοῦ ὅλη.

388. δούπησεν] ἐκ τοῦ παρακολουθοῦντος ἀντὶ τοῦ ἀπέθανεν.

390. δεικτικόν ἐστι τὸ ἐνθάδε, καὶ πρὸ μιᾶς ἔχει τὸν τόνον.

392. Ὕλλῳ ἐπ᾿ ἰχθυόεντι] τὸ σχῆμα ὁμοιόπτωτον. ἐν βραχεῖ δὲ τό τε πλῆθος ἔδειξε τῶν ἰχθύων τοῦ Ὕλλου, τοῦ τε Ἕρμου τὸ ταχὺ τῶν ῥευμάτων· δυσπέρατος γάρ ἐστιν.

394. δατέοντο] ἐναργῶς ἔδειξεν αἰκισμὸν σώματος ὑπὸ τῶν παρα- θεόντων τροχῶν διαιρουμένου.