Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

25. μυῖαι καδδῦσαι] ἐντίκτουσι γὰρ αἱ μυῖαί τι ταῖς σαρξὶν, ἐξ ὧν οἱ σκώληκες γίνονται. χαλκότυπος δὲ ἡ χαλκῷ τετυπωμένη. συλληπτικῶς δὲ εἶπε πάσας ὠτειλάς· πεσόντα γὰρ πολλοὶ ἔτρωσαν, ὡς καὶ Ἕκτορα· “οὐδ᾿ ἄρα οἵ τις ἀνουτητί γε παρέστη” (ΙΙ. 22, 371). ὀξυτόνως δὲ τὰς εὐλάς, ὅπερ ἀπὸ τῆς εἰλήσεως παρῆκται.

27. *ἀπογυμνωθῇ δὲ καὶ φανερωθῇ ὁ αἰὼν, ἤγουν ὁ νωτιαῖος μυελός.

κατὰ δὲ χρόα πάντα σαπήῃ] ὁ νεκρὸς κατασαπῇ τὸν χρόα Ἀτ- τικῶς δὲ ἔχει ἡ σύνταξις.

30. ἄγρια νῦν τὰ θρασέα καὶ ἀναιδῆ καλεῖ. ἀρηϊφάτους δὲ τοὺς ὑπὸ σιδήρου πεφονευμένους.

32. τελεσφόρον] τὸν εἰς τέλος φέροντα τὰ φυόμενα.

36. ἀλκήν] τινὲς τὴν πανοπλίαν· ἔστι δὲ ὅμοιον τῷ “ἀναιδείην ἐπιειμένε” (ΙΙ. 1, 149).

44. σίτοιο] σῖτος μὲν καλεῖται καὶ ὁ κατειργασμένος καὶ ὁ ἀκα- τέργαστος, πυρὸς δὲ μόνος ὁ ἀκατέργαστος. ἔνδειξιν δὲ τῆς ἀρετῆς Ἀχιλλέως ἔχει ἡ τοῦ τοσούτου πλήθους σύνοδος.

46. ἐξεφάνη] αἰφνιδίως ὤφθη. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.

49. ἔγχει] ἑκάτερος τῷ ἰδίῳ, ὡς τὸ “φεύγωμεν φίλην ἐς πατρίδα γαῖαν” (ΙΙ. 2, 140).

56. ἆρά σοι δοκεῖ τὰ τῆς ἔριδος καλῶς ἡμῖν προκεχωρηκέναι; ὁ γὰρ Ἡρωδιανὸς τὸν ἦ σύνδεσμον περισπᾷ· ἔστι γὰρ, φησὶν, ἀρκτικὸς, τῆς κλητικῆς ἀνάπαυσιν δεχομένης. τινὲς δὲ καθ᾿ ὑπερ- βατὸν αὐτὸν ποιοῦντες συντάσσουσι τῷ ὅτε νῶ περ, ἵνα τὸ ὅλον τοιοῦτον ἦ· ἄρτι τοῦτο ἀμφοτέροις ἔπλετο ἄρειον ἤπερ ὅτε ἡμεῖς ἀχνύμενοι μενεήναμεν.

58. ἔριδι μενεήναμεν] ὡς τὸ “ἔριδι συνέηκε” (ΙΙ. 1, 8). πιθανῶς [*](8. *τι] om.)

206
δὲ ἐπ᾿ ἄμφω τὴν αἰτίαν ἤγαγε, καὶ κούρην, οὐ γέρας αὐτὴν καλεῖ, ταῖς διαλλαγαῖς πρεπόντως τὰς ἀληθείας ἐκτιθείς.

59. ἐν νήεσσι] παραυτὰ ὅτε ἐνέβη ἐπὶ τῆς νεὼς μετὰ τῆς ἄλλης λείας. δεινοποιεῖ δὲ τὸν λόγον διὰ τὴν Πατρόκλου τελευτήν.

62. ὑφ᾿ ἓν τὸ ἀπομηνίσαντος. ἡ δὲ ἀπό ἀντὶ τῆς ἐπί, ὡς τὸ “Πριάμῳ ἐπεμήνιε δίῳ” (ΙΙ. 13, 460). ἢ παντελῶς μηνίσαντος.

63. Ἕκτορι] ὁ μὲν Νέστωρ ἔλεγεν “ἦ κεν γηθήσαι Πρίαμος” (ΙΙ. 1, 255)· ὁ δὲ παρωξυμμένος ἀντὶ τοῦ Πριάμου τὸν Ἕκτορα λαμβάνει.

64. δηρόν] τῶν γὰρ κακῶν μόλις ἐπιλανθανόμεθα· διὸ καὶ ἄλαστα καλοῦνται.

65. προτετύχθαι] προγενέσθαι αὐτὰ λογισώμεθα καὶ μὴ νῦν εἶναι.

68. *ἀσκελέως] ἀντὶ τοῦ ἄγαν σκληρῶς· σκέλλειν γάρ ἐστι τὸ σκληροποιεῖν, καὶ ὁ σκέλετος κατεσκληκὼς διὰ τὴν ἀσαρκίαν, καὶ Ἀσκληπιὸς κατὰ στέρησιν ἠπιότητος ὁ διὰ ἰατρικῆς μὴ ἐῶν σκέλ- λεσθαι. οἱ δὲ ἀπέδωκαν ἀσκελέως ἀδιαλείπτως κατὰ μέμψιν. τὸ γὰρ ἀσκελὲς ἄβατον, ἀπόρευτον.

69. ὄτρυνον πόλεμόνδε] τὴν ἐξουσίαν τῆς ἐξόδου τῷ βασιλεῖ ἀναφέρει.

71. ἰαύειν] παραυλίζεσθαι. σαρκαστικὸς δὲ ὁ λόγος.

72. ἀσπασίως] ἡδέως, ἢ ἀπροσδοκήτως. τοῦτο δὲ διὰ τὴν σύντονον φυγήν.

*Πορφυρίου. γόνυ κάμψειν] οἱ φεύγοντες τεταμένον ἔχουσι τὸ γό- νυ, οἱ δὲ καθήμενοι κεκαμμένον. ἀσπασίως οὖν, φησὶ, καθεδεῖταί τις τῶν φευγόντων ἐκ τοῦ πολέμου, ὃς καὶ ἀναπαύσει αὑτὸν καὶ τὰ σκέλη, ἐκ τοῦ συντόνου τῆς φυγῆς δρόμου καθίσας.

76. τοῖσι] τούτοις οἷς Ἀχιλλεὺς ἐδημηγόρησεν.