Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

227. πόνοιο] τοῦ ἐν πολέμῳ ἔργου.

228. καταθάπτειν] ἀντὶ τοῦ καίειν. καὶ ἡ Πατρόκλου ψυχὴ ὅτε φησὶ “θάπτε μ᾿ ὅττι τάχιστα” (ΙΙ. 23, 71), ἀντὶ τοῦ καῖέ με. οὐ πάντα δὲ λέγει νεκρὸν, ἀλλὰ τοὺς ἐν πολέμῳ.

229. ἐπ᾿ ἤματι] ἐπ᾿ αὐτῇ τῇ τῆς ταφῆς ἡμέρᾳ. ταῦτα δὲ πρὸς παραμυθίαν τὴν ἐπὶ Πατρόκλῳ φησί. βραχὺ δὲ διασταλτέον εἰς τὸ ἔχοντας.

230. πολέμοιο] λείπει ἡ ἔκ. ἡ δὲ περί πρὸς τὸ λίπωνται.

231. ὄφῤ ἔτι μᾶλλον] τοσοῦτον εἰς ἀρετὴν ὁ ποιητὴς ὁρᾷ, ὅτι καὶ τὴν ἀναγκαίαν τροφὴν ταύτης ἕνεκα δεῖν προσφέρεσθαί φησι.

233. μηδέ τις] μή τις τῶν λαῶν τὴν ἐξ ἑτέρου ὀτρυντὺν ἐκδε- χέσθω, ἀλλ᾿ αὐτοκέλευστος ἐξίτω. ἔστι δὲ ἡ λέξις Ἀντιμάχειος· χαίρει δὲ καὶ Ἐρατοσθένης ταῖς τοιαύταις ἐκφοραῖς, ὡς τὸ “πολλὴ ἀντιμαχητύς.”

235. κακὸν ἐκείνῳ τῷ περιμένοντι.

238. ὀπάσσατο] διὰ φωνῆς ἐπεσπάσατο τὴν ὄπα. ἢ ὀπαδοὺς ἔλαβεν. ἢ δι᾿ ὀφθαλμῶν προσελάβετο, παρὰ τοὺς ὦπας.

245. ἀμύμονα] κρεῖσσον τῶν ἔργων ἐστὶ τὸ ἐπίθετον.

252. χείρεσσι] τῇ μὲν γὰρ λαιᾷ ἀντελάβετο τοῦ κουλεοῦ, τῇ δὲ δεξιᾷ τῆς λαβῆς. μάχαιραν δὲ τὴν παραξιφίδα, ἣν νῦν ζωνομά- χαιραν καλοῦσιν.

254. ἀπὸ τρίχας ἀρξάμενος] ἀπήρχοντο τῶν τριχῶν τοῖς θεοῖς, ὅτι κοσμοῦσιν ἡμᾶς αἱ τρίχες καθ᾿ ὅλου τοῦ σώματος, ἢ ὅτι ἐπὶ ἐσθῆτος τετριχωμένοις οὐκ ἐχρῶντο δέρμασιν.

257. εὐξάμενος] εὐχόμενος· εὔχετο γὰρ, οὐκ ἤδη εὔξατο.

258. ἴστω] μαρτυρείτω, ὅθεν καὶ ἴστωρ ὁ μάρτυς. φοβεραὶ δὲ αἱ ἀραὶ, ζῶντι μὲν κινδύνους ἐπάγουσαι ἐκ Διὸς καὶ Ἡλίου, τεθνεῶτι δὲ κολασμὸν ἐξ Ἐρινύων. δείκνυσι δὲ ὅτι δεινὸν στρατηγοῖς ἀκολα- σίας ψόγος.

262. οὔτ᾿ εὐνῆς] οὔτε κοίτης χάριν, τουτέστι τοῦ στρῶσαι ὑπερ- βολικῶς· οὐ γὰρ περὶ μίξεως λέγει.

263. ἀπροτίμαστος] ἀνέπαφος· μάσασθαι γὰρ τὸ ἐφάψασθαι· [*](5. τῇ Bekk.] om. 20. παραξιφίδα Cobetus] περιξι- 12. * Ἀντιμάχειος] ἀττικὴ φίδα 14. ἀντιμαχητύς Bekk.] ἀντιμαχι 32. μάσασθαι] μάσσασθαι στύς)

219
καὶ Εὐφορίων φησὶν “ἀπροτίμαστος Ὁμηρος,” οὗ δυσχερὲς λα- βέσθαι τῆς δυνάμεως.

265. ὅτις σφ᾿ ἀλίτηται ὀμόσσας] ὃς ὀμόσας εἰς αὐτοὺς ἁμαρ- τήσει.

267. πολιῆς ἁλός] πλοΐμης, ἢ λευκῆς, ἢ τιμίας, ἢ πολλῆς· ὡς γὰρ παρὰ τὸ ἔσχατος ἐσχάτη ἐσχατιά καὶ σκοπή σκοπιά, οὕτως καὶ παρὰ τὸ πολλός πολλή πολιή, τὸ διὰ πολλοῦ χρόνου ἐρχόμενον, καὶ πολιά. μήποτε οὖν ἀπὸ τοῦ συμβεβηκότος ἐπὶ λευκῆς ἐστίν· ἐκεῖνο μὲν γὰρ εἴρηται, ἐπεὶ πολλῷ χρόνῳ ἥκει, τοῦτο δὲ ἐπὶ μόνης εἴρηται τῆς λευκότητος.

λαῖτμα] λάταμα λέγεται τὸ μέγα ἔκταμα᾿ μήποτε οὖν ἐξ αὐτοῦ ἐστὶ κατὰ συγκοπὴν, καὶ δηλοῖ τὸ μέγα κῦμα.