Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

179. Πάτροκλον Τρωῇσι κυσί] δαιμονίως διέτεμε τὴν αἰκίαν, καὶ τὸ μὲν ἐν τῇ διηγήσει ἐξήνεγκεν, ὅτι ἀνασταυρῶσαι τὴν κεφαλὴν βούλεται Ἕκτωρ, τὸ δὲ ἐν τῇ προτροπῇ κατάκειται, ὅτι ἀνόσιον ὑπὸ κυνῶν αἰκισθέντα περιιδεῖν Πάτροκλον.

180. σοὶ λώβη] ὡς φιλεταίρῳ καὶ πρακτικῷ.

182. ἀναγκαίως γνῶναι βούλεται εἰ τῆς κελευσάσης μένειν ἀξιο- πιστότερός ἐστιν ὁ προστάσσων ἐξιέναι.

185. οὐδʼ οἶδε Κρονίδης] δεόντως καὶ τοῦτο, ἵνα ἐπισπεύσῃ τὴν ἔξοδον πρὶν μαθεῖν τὸν Δία.

188. πῶς τʼ ἄῤ ἴω] θαυμαστοὶ οἱ διάλογοι, πάσας ἐν συντόμῳ τὰς ἐρωτήσεις περιέχοντες· ἔδει γὰρ καὶ τὴν ἀπορίαν τῶν ὅπλων καὶ τὰ παρὰ τῆς μητρὸς ἀντιθεῖναι.

191. παροισέμεν] Ἀρίσταρχος ἀναστρέφει τὴν πρόθεσιν πρὸς τὸ μὴ ἀμφιβάλλεσθαι τὸν λόγον, καίτοι τῶν συναλειφομένων μὴ ἀνα- στρεφομένων, ὡς καὶ Ἀπολλώνιός φησιν. ἐπείσθη δὲ αὐτῷ καὶ ἡ παράδοσις.

192. διὰ τί τοῖς Πατρόκλου ὅπλοις οὐχ ὁπλίζεται; φασίν Αὐ- τομέδοντα φορεῖν τὰ Πατρόκλου, ὅπως δόξῃ Πάτροκλος εἶναι. ἢ ὅτι μείζονα μὲν ἴσως ἁρμοσθεῖεν ἥσσονι, οὐ μέντοι τὸ ἀνάπαλιν, ὥστε οὐκ ἠδύνατο αὐτοῖς ὁπλισθῆναι Ἀχιλλεύς. ἢ τῷ μεγέθει μὲν ἴσα ἦν, ἀσθενῆ δέ. διὸ οὐχ ἥρμοττεν Ἀχιλλεῖ προπηδῶντι εἰς πάντα κίνδυνον.

194. ἔλπομʼ ἐνὶ Τρώεσσιν ὁμιλεῖ] λείπει τὸ ὅτι· ἔλπομαι ὅτι καὶ αὐτὸς ἐν πρώτοις ὁμιλεῖ.

207. ὡς δʼ ὅτε καπνός] καπνὸν ἐκ παρεπομένου τὸ πῦρ φασὶν, ὡς τὸ “κάπνισάν τε κατὰ κλισίας” (Il. 2, 399). οἱ δὲ διὰ τὸ πλεῖον ὑψοῦσθαι τὸν καπνὸν τοῦ πυρὸς καὶ μάλιστα ἡμέρας ὁρᾶσθαι. καλῶς [*](15. *ἐξιέναι] om.)

174
δὲ ἀπὸ πολέμου ἡ εἰκὼν, καὶ νησιωτῶν οἷς ἄπορος ἡ φυγὴ, καὶ ὅτι πόρρω ἀπῳκισμένοι μεγάλων καὶ συνεχῶν πυρσῶν δέονται, καὶ ὅτι οὐδενὸς ἐπιπροσθοῦντος διὰ τοῦ πελάγους φανήσονται. ἀλλʼ οὐδὲ νὺξ βαθεῖα ὑπόκειται, ἵνα μὴ ὑπὸ τοῦ σκότους κρύπτοιτο ὁ καπνός.

211. πυρσοί] ἔθος ἦν τοῖς ἀρχαίοις τῇ μὲν ἡμέρᾳ τοὺς πολεμίους διὰ καπνοῦ μηνύειν, τῇ δὲ νυκτὶ φλόγα ἀνάπτειν καὶ συμμαχίαν ἐπικαλουμένοις.

*ἐπήτριμοι] οἱ ἐκ φρυγανώδους ὕλης ἀναπτόμενοι ἀλλεπάλληλοι.

216. μητρὸς γὰρ] ἐτρέπετο τῷ λογισμῷ ἐπὶ τὴν τῆς μητρὸς ἐν- τολὴν καὶ ᾐδεῖτο αὐτήν.

217. ἐπεὶ ἄπιστον ἦν ἐν τοσούτῳ θορύβῳ τὸ μὴ μόνον ἀκουσθῆναι, ἀλλὰ καὶ ταραχὴν ἐμποιῆσαι, εἰκότως τὴν Ἀθηνᾶν συνεπιφθεγγο- μένην παρέλαβεν.

219. σάλπιγξ] αὐτὸς μὲν οἶδε σάλπιγγα, οὐκ εἰσάγει δὲ ἥρωας αὐτῇ χρωμένους. τῆς δὲ σάλπιγγος τῆς Ἑλληνικῆς τὸ μὲν μέγεθος ἐπίμηκες, ἡ δὲ φωνὴ παχεῖα καὶ μεγίστη, ἥτις ἐν πολέμῳ τὸ πλῆθος καλοῦσα κινεῖ.

220. ἢ πλεονάζει ἡ ὑπό, ἢ τὸ ἑξῆς, ὡς δʼ ὅτʼ ἀριζήλη φωνὴ δηΐων ὕπο θυμοραϊστέων. περιπλομένων δὲ περικαθεζομένων.

εὐλόγως τῷ χαλκεοφώνῳ Ἀχιλλεῖ τὴν χαλκεόφωνον σάλπιγγα εἴκασε· καὶ τῷ εἰς μάχην δὲ βοῶντι ἡ εἰκὼν ἀπὸ πολεμικοῦ ὀργάνου εἴληπται.

230. ἔνθα δέ] ἄδηλον εἰ καθʼ ἑκάστην κραυγὴν ὤλλυντο οἱ δώδεκα, ἢ μόνην τὴν ἐσχάτην. τοσοῦτος δὲ ἦν ὁ τάραχος τῆς φάλαγγος ὡς περιπταίοντας τοῖς ἅρμασιν ἀπόλλυσθαι.

236. φέρτρῳ] φορείῳ. ἐπʼ ἀσπίδος δὲ ἤ τινος τοιούτου φέρουσιν.

240. ἐπεὶ ὑπέσχετο Ζεύς (Il. 17, 455) “δύῃ τʼ ἠέλιος.” Ἀπόλ- λων δὲ ὁ ἥλιος, ὃς ἄκων δύνει· ἠπίστατο γὰρ πρὸς ἀριστείαν Τρωσὶ δοθεῖσαν παρὰ Διὸς τὴν ἡμέραν. μυθικὸν δέ ἐστι τὸ ὅλον.

245. ἄκρως τὴν πτοίαν αὐτῶν δηλοῖ· πλῆθος γάρ ἐστι συντρέχον εἰς ἐκκλησίαν οὐ στρατηγοῦ καλοῦντος, ἀλλὰ τοῦ φόβου· καὶ ἑστῶτες ἐκκλησιάζουσιν, οὐδὲ τὸν ἡμερινὸν πόνον ὀλίγῳ παραμυθησάμενοι· καὶ ἰδιώτης δημηγορεῖ, τὸν στρατηγὸν παρωσάμενος.

248. ὁ δέ ἀντὶ τοῦ γάρ.

250. σύστασίν τινα ἐποιήσατο τοῦ μέλλοντος ῥηθήσεσθαι λόγον· [*](35. *ἐσοιήσατο] ἐποιήσαντο)

175
συνετοῦ γὰρ ἀνδρὸς τὸ τὰ μέλλοντα διορᾶν καὶ προνουστικώτερον τῶν ἄλλων φαίνεσθαι, ὅπερ καὶ ἐν λοιδορίας μέρει παραλαμβάνει· “οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω.”

πρόσσω τὸ παρελθὸν, ἐπειδὴ τὸ ἔμπροσθεν βλέπεται· καλεῖται δὲ πρόνοια. ὀπίσσω δὲ τὸ μέλλον, ὅτι ἀφανές ἐστι· καλεῖται δὲ ἀγχίνοια.