Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

605. σκόπει τὸ τῆς ἀπαγγελίας τάχος· προειπὼν γὰρ τὰ περὶ τοῦ Ἕκτορος, ὡς ἐπὶ τὸν Λήϊτον ὥρμησε, νῦν τὴν Ἑλληνικὴν ἀρετὴν διηγεῖται. καὶ φεύγοντας αὐτοὺς ἐγκωμιάζει, ὅτι καίπερ πεφοβη- μένοι ἀρτίως ὑπὸ Διὸς ἀγωνίζονται.

607. ἐβόησαν φοβηθέντες μὴ πάθῃ τι.

608. Ἰδομενῆος] κατὰ Ἰδομενέως βάλλει νεωστὶ τῷ δίφρῳ ἐπι- βάντος· πεζὸς γὰρ ἐκ τοῦ ναυστάθμου ἦλθε, καὶ δὴ πεσὼν ἂν ὕψωσε τοὺς Τρῶας, εἰ μὴ ὁ Κοίρανος αὐτῷ παρέστησε τὸ τοῦ Μηριόνου ἅρμα, ὃς ἐκ Λύκτου Μηριόνῃ συνεστράτευσεν. λέγει δὲ ὅτι ἤδη ἀναβῆναι φθάσαντος Ἰδομενέως ἧκε τὸ βέλος, καὶ τὸν ἡνίοχον ἔτρωσε κατὰ τύχην. εἰ μὴ οὖν ἤνεγκε τοὺς ἵππους τροπῆς γεγονυίας, μεσαι- πόλιος ὢν ὁ Ἰδομενεὺς καὶ μὴ δυνάμενος φεύγειν ἀπώλετο ἄν.

617. ὑπὸ γναθμοῖο] ὑπὸ τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· καὶ οὐκ ἔστιν ἀδύνατον τοῦ μὲν Ἕκτορος πεζοῦ βαλόν- τος, τοῦ δὲ τῷ ἅρματι ἐπιβεβηκότος. εἰκότως δὲ πλαγία ἡ πληγὴ γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους. ἔστι δὲ τὸ ἑξῆς, ἀτὰρ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε, τὸν βάλʼ ὑπὸ γναθμοῖο· τὰ δὲ ἄλλα ἐν μέσῳ.

618. δόρυ πρυμνόν] ἡ ἐπιδορατὶς, ὡς πρῴρας οὔσης τοῦ στύρακος.

620. καὶ τά γε] τὸ ἑξῆς οὕτως, καὶ τά γε Μηριόνης ἐκ πεδίου ἔλαβε κύψας. ἀνελόμενος, φησὶ, χαμόθεν τὰ ἡνία ἐπιδίδωσι τῷ Ἰδομενεῖ, αὐτὸς πεζὸς ὤν· ὅτι γὰρ οὐκ ἔστιν ἐν τῷ ἅρματι δηλοῖ τὸ μάστιε νῦν. φιλικὸν δὲ τὸ ἦθος τοῦ Ἕλληνος· αὐτὸς μὲν γὰρ ὡς νέος καὶ ἀκμάζων ἔτι κινδυνεύειν βούλεται, τὸν δὲ μεσαιπόλιον ἀποπέμπει, τὴν ἀσφάλειαν αὐτῷ ποριζόμενος.

634. ἐμφαντικὸν τὸ αὐτοί περ, οἷον ἡμεῖς μόνοι οἱ καταλελειμ- μένοι ὑπὸ τῶν φευγόντων. ἢ τῇ ἰδίᾳ ἀρετῇ, οὐ τῇ ἀπὸ θεῶν συλ- λήψει. ζηλωτὰ δὲ ταῦτα· καὶ τὸν Δία γὰρ πολέμιον οἶδε, καὶ οὐ καταλείπει τὸν νεκρόν.

640. εἴη δʼ ὅστις] ἐπεὶ τελευταῖον τοῦτο βοήθημα τῆς δυστυχίας, εἰς τοῦτο εἰκότως καταφεύγει.

645. ῥῦσαι ὑπʼ ἠέρος] θαυμαστὸν τὸ ἦθος· οὐ γὰρ σωτηρίαν αἰτεῖ, ἀλλὰ τὸ μὴ ἐμποδίζεσθαι ἀπὸ ἔργων ἀγαθῶν. διὸ καίπερ ἐναν- τιούμενος ὑπακούει ὁ Ζεύς.

648. δάκρυ χέοντα] τουτέστι τῆς κατὰ παράλειψιν διηγήσεως· [*](35. τουτέστι] τοῦτό ἐστι)

162
ἄνω γὰρ οὐδὲν εἰπὼν περὶ δακρύων τοῦτο ἐνέφηνε. περιπαθῆ δὲ λίαν εἰσάγει τὰ πράγματα, εἴγε Αἴας δακρύει· οὐ γὰρ ἐν ἄλλοις εὕρο- μεν αὐτὸν δεδακρυκότα.

652. ἔμφασιν ἔχει τῆς δυσπραγίας τὸ αἴκεν, ὡς οὐκ ἐλπίζοντος ἔτι ζῆν οὐδὲ τοῦτον.

657. ὥς τίς τε λέων] πολλαὶ αἱ εἰκόνες τοῦ ἥρωος, καὶ ἑκάστη κατὰ καιρὸν ἁρμόδιος. πρῶτον γὰρ αὐτὸν εἴκασε διὰ τὴν φιλοστορ- γίαν βοῒ, νῦν δὲ λέοντι ἀκούσιον ποιουμένῳ ἀναχώρησιν· καὶ ἑξῆς διὰ τὴν ὀξυδορκίαν ἀετῷ παρέβαλεν.

663. καιόμεναί τε δεταί] καὶ Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων φησὶ λέοντα μάλιστα τὸ πῦρ δεδοικέναι. δεταὶ δὲ ὀξυτόνως αἱ συνδεδε- μέναι ἐκ ξύλων λαμπάδες.

666. ἤϊε πόλλʼ ἀέκων] πρὸς τοῦτο μόνον ἡ παραβολή· τὰ δὲ ἐν μέσῳ πρὸς οὐδὲν ἐξείργασται περιτιθέμενον τῷ ἥρωϊ.

667. πρὸ φόβοιο] ἀντὶ τοῦ ὑπὸ φόβου, ὡς τὸ “ἀεθλεύων πρὸ ἄνακτος” (Il. 24, 734).

670. ἐνηείης] πολλαὶ μὲν αἱ τοῦ ἥρωος ἀρεταί· νῦν δὲ παρέ- λαβε τὴν μάλιστα δυσωπῆσαι δυναμένην. ὅτι δὲ πρᾶος ἦν δῆλον ἐξ ὧν Νέστορος ἐπιμελῶς ἀκούει, φιλοστόργως Εὐρύπυλον ἰᾶται, κλαίει πρὸς Ἀχιλλέα.

671. πᾶσιν] ἔνδειξις τῆς ἀρετῆς Πατρόκλου. ἔστι δὲ παιδευτικὸς ὁ λόγος, ὅτι οἱ χρηστοὶ τὴν γνώμην τῆς πάντων φροντίδος ἀξιοῦνται.

674. ἀξιοπίστως τὸ φασίν προσέθηκεν, ὡς πρὸ τοῦ ἐπιβαλέσθαι τῇ ποιήσει ἐξητακὼς ἀκριβῶς ἅπαντα. φησὶ δὲ καὶ Ἀριστοτέλης ὡς ἵστησι τοὺς νεοσσοὺς πρὸς τὸν ἥλιον, ἀναγκάζων βλέπειν· καὶ ὁ μὲν δυνηθεὶς ὁρᾶν τοῦ ἀετοῦ υἱός ἐστιν, ὁ δὲ μὴ ἐκβέβληται καὶ γέγονεν ἁλιαίετος.

676. πάντοθεν αὔξει τὴν ὀξυωπίαν· ὑψηλὸς ὢν γὰρ πέταται, τὸ δὲ κατασκοπούμενον λαγὼς, τῇ χροιᾷ γεῶδες ὡς μὴ ῥᾳδίως διακρί- νεσθαι, καὶ τῷ μεγέθει βραχύ. βοηθεῖ δὲ καὶ ὁ θάμνος, ὑφʼ οὗ κέκρυπται ὁ λαγώς.

681. ἴδοιτο] οἱ μὲν μετὰ τοῦ ν, διὰ τὸ πλῆθος, οἱ δὲ χωρὶς τοῦ ν, ὡς τὸ τάδε παιδία παίζει. λέγει δὲ ὅτι διεστρέφοντο οἱ ὀφθαλ- μοὶ, εἴ που θεάσαιντο Νέστορος υἱόν.

[*](8. *βοῖ] μρὶ (i. e. μητρὶ) βασιλέων ἡσυχάζει Townl. 19. ὦν] ὦν διαφερομένων τῶν 27. *ἁλιαίετος] ἀναίετος)
163