Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

18. ὑπερβασίης] τῆς παραβάσεως τοῦ δικαίου. λεληθότως δὲ ὑπεραπολογεῖται, ὡς ἀδικηθεὶς ὤργισται.

21. ὁμιλητικὴ ἡ ἀρχὴ καὶ θεραπεύουσα φιλότιμον ἄνδρα. ὁ δὲ λόγος φιλικὴν ἔχει δέησιν, ἔλεον ἀτυχούντων, ἐπίπληξιν ἀπηνείας, μεγάλου ἔργον καὶ ῥᾳδίως ἀνυσθησομένου ἐλπίδα.

22. μὴ νεμέσα] λείπει τὸ δεδακρυμένῳ. κλαίοντί μοι, φησὶ, μὴ μέμφου· εὐλόγως γὰρ ἐπὶ τοῖς Ἑλληνικοῖς ἀτυχήμασι τοῦτο πράττω.

25. τῷ μὲν καταλόγῳ τῶν τραυματιῶν ἐκπλήσσειν αὐτοῦ τὴν διάνοιαν οἴεται, οὐ προτάττει δὲ Ἀγαμέμνονα, ἵνα μὴ προήσηται τὴν ἔντευξιν ἐπὶ τῷ ὀνόματι χαλεπήνας ὁ Ἀχιλλεύς. ἀλλʼ οὐδὲ ἔσχατον· δέος γὰρ ἦν μὴ τῇ τοῦ ὀνόματος μνήμῃ ἀνανεύσῃ πρὸς τὸ παρόν. διὸ εἰς μέσην αὐτὸν ἔταξε χώραν. πρῶτον δὲ Διομήδην, πρὸς ὃν μάλιστα δυσχεραίνει λέγοντα ὡς “μὴ ὄφελες λίσσεσθαι” (Il. 9, 698)· εἶτα Ὀδυσσέα φίλον ὄντα καὶ χθὲς ὁμώροφον γεγονότα. Εὐρυπύλῳ δὲ δέδωκε τὴν ἐσχάτην τάξιν. ὡς δὲ ἐκταραχθεὶς ἐξελά- θετο Μαχάονος, διʼ ὃν καὶ ἐπέμφθη. τάχα δὲ σιωπᾷ τὸν Μαχάονα, ὑποφαίνων ὡς τούτων αὐτόπτης γεγονὼς οὐδὲ συνέτυχε Νέστορι, ἵνα μὴ δοκῇ ταῦτα παῤ ἐκείνου ἀκηκοὼς λέγειν. τινὲς δὲ ἤθελον μὴ τετρῶσθαι Μαχάονα, διʼ ὧν οὐ θεραπεύεται. οἱ δέ φασιν ὡς ἔθος [*](28. μὴ] μὴ)

104
Ὁμηρικὸν, περὶ ὧν τις πεμφθῇ, μὴ παλιλλογεῖν περὶ αὐτῶν. δαι- μονίως δὲ ἐπαίρει τὸν Ἀχιλλέα, τὴν πᾶσαν σωτηρίαν τῶν Ἑλλήνων αὐτῷ ἀνατιθεὶς, καὶ διδάσκων ὅτι οὐδὲν ὤνησαν τοὺς Ἀχαιοὺς οἱ ἄλλοι ἀριστεῖς, ἀλλὰ κεῖνται τετρωμένοι.

27. κατὰ μηρόν] ἀντὶ τοῦ ἐπὶ τὸν μηρὸν, ὡς τὸ “νύξε δέ μιν κατὰ χεῖρα” (Il. 11. 252). ἔστι δὲ καὶ ἀντὶ τῆς ἐξ, ὡς τὸ “βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων” (Il. 1, 44).