Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

630. ὥστε λέων] πολλὰς ἤδη ἐφόδους λεόντων παρέλαβεν εἰς ὁμοίωσιν, νῦν δὲ ἐξεῦρέ τι καινόν· πρόκειται γὰρ πρωτόπειρος νομεὺς ἀνεπιστήμων τῆς πρὸς λέοντας μάχης. καὶ νεμομένας τὰς βοῦς παρέλαβεν, εἰκότως· οὐδὲ γὰρ Ἕλληνες ἐπὶ παρατάξεώς εἰσιν, ἀλλʼ ἐσκεδασμένοι, ὥστε καὶ εὔκολον εἶναι τὴν ἐπιχείρησιν διὰ τὸ ἄτακτον.

631. εἱαμενῇ] καθύδρῳ τόπῳ. καὶ οἱ μὲν παρὰ τὴν ἄνεσιν καὶ ἀνάδοσιν τῶν λιβάδων· οἱ δὲ τοὺς τόπους ἀφʼ ὥν τοῦ ὕδατος ὑπεκ- ρυέντος πόαι γίνονται.

632. οὔπω σάφα εἰδώς] οὐ κατʼ εὐτονίαν σώματος· οἷος γὰρ δήποτʼ ἂν ᾖ, οὐ δύναται εἷς ὢν πολεμεῖν λέοντι· ἀλλὰ κατʼ ἐμπει- ρίαν· ὁ γὰρ ἔμπειρος τῆς πρὸς τὸ θηρίον μάχης ἢ κύνας προσαφῆκεν ἢ λαμπάδας προσάγει.

633. ἕλικος] τὸ ἀπλοῦν ἀντὶ συνθέτου, ὡς καὶ Διονύσιός φησιν, ἀντὶ τοῦ εἰλίποδος. φονῇσι δὲ τῷ φόνῳ, ἢ τῷ τόπῳ ἔνθα πεφό- νευται.

635. ὁμοστιχάει] συμπορεύεται. βάρβαρον δέ φησιν εἶναι αὐτὸ Διονύσιος.

639. * Κοπρῆος] οὗτος ἦν κῆρυξ τοῦ τῶν Ἀργείων βασιλέως, ὃς τὰς παρὰ Εὐρυσθέως ἐντολὰς ἔλεγε τῷ Ἡρακλεῖ τῶν ἄθλων ἕνεκα ἔξωθεν τῆς πόλεως μένοντι· δεδοικὼς γὰρ αὐτὸν οὐκ εἴα ἔνδον εἰσελ- εῖν.

644. ὅς ῥα τόθ᾿ Ἕκτορι] ὥστε οὐδὲ τοῦτο ἀφʼ ἑαυτοῦ κατορθώσας φαίνεται ὁ Ἕκτωρ, τῇ δὲ τοῦ Περιφήτου δυστυχίᾳ συγκέχρηται· τὸ γὰρ πτῶμα συνέπραξε πρὸς τὸ εὐχερῆ γενέσθαι τὴν ἀναίρεσιν.

645. παραποδισθεὶς τῷ μήκει τῆς ἀσπίδος κατὰ τὴν ἄντυγα ὕπτιος κατηνέχθη. πάλτο δὲ ἀντὶ τοῦ ἐπελάσθη. ἐσπράφη δὲ ὅπως φυλάξηται, συστείλας ἑαυτὸν ὑπὸ τὴν ἀσπίδα.

651. λείπει ἡ περί. τινὲς δὲ Αἰολικῶς τὸ πέρ ἀντʼ αὐτῆς λαμ- βάνουσιν. ἀήθης δὲ Ὁμήρῳ ἡ τοιαύτη συναλοιφή.

653. εἰσωποὶ δʼ ἐγένοντο νεῶν] ὑπέστειλαν ἑαυτοὺς ἐπὶ τὰς ναῦς καὶ ἐντὸς αὐτῶν αἱ ἄκραι νῆες ἔλαβον αὐτούς. εἰς γὰρ τὰ μεταξὺ διαστήματα φεύγουσι, βραχύ τι μέρος ὑπολειπόμενοι τῶν νεῶν, ὡς τὰς πρύμνας αὐτοὺς ὑποβεβηκέναι. οἱ δὲ, ὅτι ὑποχωρησάντων τῶν Ἑλλήνων ἐν ἀπόψει γέγονε τὸ πλῆθος τῶν νεῶν τοῖς Τρωσίν.

[*](11. *ᾖ] ἔοι)
102

656. τῶν πρωτέων] ἀπὸ τοῦ πρώτων. μέμφεται δὲ Διονύσιος· οὐ γὰρ τὸ πρώτων, φησὶ, περισπᾶται. παρὰ κλισίῃσι δὲ ὡς μετὰ τὰς πρύμνας τῶν πρώτων νεῶν παρεσκηνωμένων αὐτῶν πρὸς ταῖς πρῴραις. στρατὸν δὲ νῦν τὸ στρατόπεδον. αἰδὼς δὲ καὶ δέος, τὸ μὲν ἵνα μὴ φανῶσι κακοὶ, τὸ δὲ περὶ τῶν νεῶν. τὸ δὲ ἀζηχές ἢ λίαν σκληρῶς ἢ ἀδιαλείπτως.

*Πορφυρίου. διὰ τί οὐ τὰς πρώτας ναῦς ἐνέπρησαν οἱ Τρῶες “εἰσωποὶ δʼ ἐγένοντο νεῶν, πέρι δʼ ἔσχεθον ἄκραι;” πότερον ὅπως πλείστους ἀπὸ τῆς περιεχομένης διαφθείρωσιν, ἢ ὅπως μὴ διὰ πυρὸς ἀναχωρήσωσιν; ἢ ὅτι αὐτοῦ ἦσαν, ὧν ἤδη ἐντὸς ἦσαν.

662. ἄλλων ἀνθρώπων] τὴν ἐξ ἄλλων παρακολουθοῦσαν αἰσχύνην. πολὺς δὲ ὁ τῆς αἰδοῦς λόγος· καὶ ἀλλήλους φησὶν αἰδομένους καὶ τοὺς ἄλλους ἀνθρώπους. ταῦτα δὲ πρὸς διέγερσιν.

663. παίδων ἠδʼ ἀλόχων] ἵνα μηδὲ ἐκείνοις ὄνειδος ἐπακολουθήσῃ διʼ ὑμᾶς. καλῶς δὲ ἔχει ἡ προτροπὴ τέκνων καὶ γάμων ἀσφάλειαν, πλούτου φυλακὴν ἀναφαίρετον, γονέων ζώντων μὲν αἰδῶ, τεθνηκότων δὲ μνήμην. πρεπόντως δὲ τὰ περὶ τέκνων καὶ γυναικῶν οὐ τοῖς Αἴαντος ἐμφέρεται λόγοις, ἀλλὰ τοῖς Νέστορος· πατρὸς γὰρ ἐπέχει τάξιν. διήκει δὲ ἡ παράκλησις οἷς μὲν ὁλοτελῶς, οἷς δὲ μερικῶς.

665. τῶν ὕπερ] ἀντὶ τοῦ διʼ αὐτῶν· ἵνα, φησὶν, οὕτω σπεύδητε ὡς ἐκείνους ὁρῶντες δεομένους.

668. ἀθετοῦνται στίχοι τρεῖς· οὐ γὰρ προδιεσάφησεν ὡς εἶχον ἀχλύν τινα. πόθεν δὲ καὶ ἡ Ἀθηνᾶ ἄφνω ἐφάνη νῦν, πρὶν συγκαθη- μένη τοῖς θεοῖς τοῖς ἄλλοις; εἰ μὴ λέγοις ὅτι σχῆμα ἐλλειπτικὸν ὂν δίδωσι νοεῖν τοῖς ἀκροαταῖς διὰ τούτου ὅτι ἠχλύωντο, ἡ δὲ Ἀθηνᾶ ἐδύνατο καὶ ἀποῦσα ἀφαιρεῖσθαι αὐτὴν, ὡς τὸ “εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη” (Il. 8, 218)· οὐ γὰρ ἐκεῖ παρῆν.

670. ἠμέν] ἔδει ἐπαγαγεῖν ἠδέ, εἰ μή τί γε ὁ καί ἀντʼ αὐτοῦ ἐστὶν, ἵν᾿ ᾖ καὶ περὶ τῶν νεῶν καὶ περὶ τοῦ πολέμου.

674. οὐδʼ ἄῤ ἔτʼ Αἴαντι] οὐ μόνον γὰρ τοὺς ἄλλους, ἀλλὰ καὶ Αἴαντα ὁ Νέστωρ ἔρρωσε τῷ λόγῳ. ὅρα δὲ οἷόν ἐστιν ἡ κατὰ καιρὸν προτροπή.

[*](1. * πρώτων] πρώτου πρωτέων 7. * Πορφυρίου] om.)
103

676. ἴκρια] οἱ μὲν τὰ καταστρώματα, οἱ δὲ τὰ κατὰ πρῷραν καὶ πρύμναν σανιδώματα. ἢ τὰ ἐξέχοντα ἄκρα. ἢ τὰς καταγωγάς.

678. βλήτροισι] συμβλήμασι καὶ συνεμπλοκαῖς.

679. ὑφʼ ἓν τὸ κελητίζειν· παραγωγὸν γάρ ἐστι παρὰ τὴν κέλη- τος γενικὴν, ἐπεὶ ἔδει κέληθʼ ἵζειν. ἀδιανόητον δὲ τὸ ἵπποις κέλητα ὁ ἵζειν. ἔστι δὲ ἀναχρονισμός· οὐ χρῶνται γὰρ κέλησιν οἱ Ἕλληνες. ἡ δὲ παραβολὴ τὸ γενναῖον αὐτοῦ καὶ εὐσταθὲς δείκνυσιν, ἄλλοτε ἐπʼ ἄλλην ναῦν μεταπηδῶντος ῥᾳδίως. ὁ μὲν εἷς οὖν ἐζευγμένος ἵππος κέλης ὠνόμασται, οἱ δὲ δύο ἅμιπποι, ὃ καὶ ξυνωρίς· οἱ δὲ τέσσαρες τέτρωρον καὶ τέθριππον.