Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

498. κλῆρος χυριτικὴ περίκτησις καὶ οὐσία, ἐπεὶ οἱ πρῶτοι κατα- λαβόντες χώραν κλήρῳ αὐτὴν διενέμοντο.

ἡ οὐσία, ὡς τὸ “τοὶ δὲ ζωήν τε καὶ ἐπὶ κλήρους ἐδάσαντο” (Od. 14, 208). εἰκότως δὲ πάντα ἐπεξεργάζεται, παραμυθίαν τῷ θανάτῳ ἐπιφέρων, ὡς ἀντιτιθεὶς αὐτῷ τὰ λυσιτελῆ.

500. μένος] τὴν προθυμίαν, παρὰ τὸ μένω. θυμὸν δὲ τὴν ψυχὴν, ἢ αὐτὸν τὸν κυρίως θυμόν.

502. αἰδώς] λείπει τὸ γινέσθω. καλὴ δὲ παῤ Ἕλλησιν αἰδοῦς ὑπόμνησις, οὐ φόβος ἀπειλούμενος καὶ νεκρὸς ἄταφος, ὡς παῤ Ἕκτορι.

ἄρκιον] ὠφέλιμον, ἢ ἕτοιμον, ὃ καὶ ἄμεινον. οἱ δύο δὲ η ἀντὶ τοῦ καί, οἷον καὶ σωθῆναι καὶ ἀπολέσθαι, σωθῆναι μὲν νικῶντας, ἀπολέ- σθαι δὲ μὴ, ἐπεὶ τοῦ δίχα νίκης σωθῆναι κρείττων ὁ θάνατος. οὐ μόνον δὲ ἔργοις, ἀλλὰ καὶ λόγοις ἀλλήλοις ἀνταγωνίζονται.

504. ἢ ἔλπεσθʼ] ἦθος καὶ εἰρωνεία καὶ βάρος μεθʼ ὑποκρίσεως αὐτοῦ τὰ ὡμολογημένα πυνθανομένου.

505. ἐμβαδόν] πεζῇ· ὅθεν εἰ μὴ πεζεύοιτο ἡ ὁδὸς, ἄβατος καλεῖ- ται. ἢ τὸν ἐμβατήριον ῥυθμὸν, πρὸς ὃν Λακεδαιμόνιοι νικῶντες εἰσβάλλουσιν.

[*](15. * παριστᾶσα] παριστάς 16. χωριτικὴ] * χωρικὴ 33. *ῥυθμὸν, πρὸς] πορθμὸν, εἰς)
97

506. ἢ οὐκ ὀτρύνοντος ἀκούετε] πάνυ ἐναργῶς ἀπὸ τοῦ ὑπογύως πραχθέντος τὴν προτροπὴν λαμβάνει.

507. ὃς δὴ νῆας] διόλου παραφυλακτέον ὅτι οὐκ ἀφίσταται τοῦ τῶν νεῶν κινδύνου· ἔσχατον γὰρ τοῦτον πάντων ἡγεῖται κίνδυνον.

508. χορόν] ἐνέργειαν τοῦ χορεύειν· ἐπικαλούμενος γὰρ “Τρῶες καὶ Λύκιοι” οὐκ εἰς χορὸν αὐτοὺς βοᾷ καλῶν.

509. οὔτις τοῦδε νόος] τὸν Αἴαντα νῦν ἄριστον σύμβουλον προή- γαγε τοῦ πολέμου ἀναγκάζοντος· ἄπεστι μὲν γὰρ ὁ βασιλεὺς, ἱκανὸς καὶ εἰπεῖν καὶ πρᾶξαι τυγχάνων, ἄπεστι δὲ Ὀδυσσεὺς καὶ Διομήδης, τραυματίαι γενόμενοι· ὁ δὲ Νέστωρ γέρων καὶ τῶν νέων φευγόντων φαίνεται ἀδυνατῶν. τὸ δὲ αὐτοσχεδίῃ μετὰ τοῦ ν τινές. οὐδὲν δέ φησιν ἡμῖν ἐστὶ προτιμότερον ἢ χωρῆσαι εἰς χεῖρας.

511. * στρεύγεσθαι στραγγίζεσθαι, ταλαιπωρεῖν, κακοπαθεῖν. αἱρετώτερον καθʼ ἕνα χρόνον ζῆν ἢ τεθνάναι συντόμως μᾶλλον ἢ περισσῶς κάμνειν ἐν πολυχρονίῳ μάχῃ οὕτως ὑπὸ χειρόνων πολεμου- μένοις. τὸ δὲ καθʼ ἕνα χρόνον ἀντὶ τοῦ ἐν ὀλίγῳ καιρῷ.

513. ὑπʼ ἀνδράσι χειροτέροισι] ἀντὶ τοῦ ὑπὸ ἀνδρῶν ἡσσόνων. γενναίου δὲ τὸ κἀν ταῖς συμφοραῖς διαφυλάττειν τὸ φρόνημα, καὶ χείρους ἡγεῖσθαι καὶ νικῶντας τοὺς Τρῶας. ἅμα δὲ καὶ πρὸς ἐντρο- πὴν Ἑλλήνων, ὅτι ὑπὸ χειρόνων ἡττῶνται.

520. ὕπαιθα λιάσθη] εἰς τοὔμπροσθεν ἀνεχώρησεν· ἴσως γὰρ ἐκεῖνος ἐκ πλαγίου ὥρμησεν, ὁ δὲ ἐπὶ τὸ ἔμπροσθεν ὁρμήσας ἄπρα- κτον ἐποίησε τὴν βολήν.

536. κύμβαχον] τὸ διάκενον τὸ ὑπὲρ κεφαλῆς, ὅθεν καὶ κύμβια, τοιουτώδη ποτήρια. εἰς τοῦτο δὲ καθίεται ὁ λόφος. εἴρηται δὲ οὕ- τως, ὅτι τὴν κεφαλὴν κύμβην ἔλεγον, ὅθεν καὶ τὸ κυβιστᾶν. παρὰ δὲ Αἰολεῦσι κύμβη καλεῖται ἡ τῆς ῥάχεως ἀπὸ αὐχένος ἀρχή.

538. νέον φοίνικι φαεινός] φοινικῷ χρώματι νεωστὶ λελαμπρυσ- μένος.

539. ἤλπετο νίκην] ἑκάτερος αὐτῶν δηλονότι, οὐ μόνος ὁ τύψας.

540. τῷ Μέγητι δηλονότι. περισσὸς δέ ἐστιν ὁ δέ.

541. εὐράξ] οὐ τὸ ἐκ πλαγίου δηλοῖ, ἀλλὰ τὸ κατὰ τὸ ἔμπρο- σθεν, ἢ ὄπισθεν, παρὰ τὸ εὖρος.

ὦμον] τὸν δεξιὸν ὦμον· εὔλογον γὰρ τὸν Μενέλαον μὴ τὰ γυμνὰ [*](18. *συμφοραῖς] ἐπιφοραῖς)

98
τοῦ σώματος ἔχοντα ἐναντία τοῖς ἐχθροῖς ἀνῃρηκέναι τὸν Δόλοπα, τὰ δὲ ὑπὸ τῆς ἀσπίδος ἐσκεπασμένα.

545. κασιγνήτοισι] συγγενέσιν· ἔτι γὰρ παῤ Ἴωσι τοὺς συγ- γενεῖς κασιγνήτους φασὶ καλεῖσθαι. ἢ τοῖς ἀδελφοῖς· πρὸ δὲ τῶν ἀδελφῶν τὸν Μελάνιππον ὠνείδισεν.

546. ἐνένισπεν] ἐπέπληξεν, ἀπὸ τῆς ἐνιπῆς, ἐστιν ἐπίπληξις.

553. οὕτω δὴ] ὃν τρόπον νῦν, φησὶ, μεθίεμεν, οὕτω μεθήσομεν καὶ οὐκ ἀντιληψόμεθα τῶν συγγενῶν.