Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

742. ἤ κεν] καθόλου ἐστὶ τῆς ἑτέρας γνώμης ὁ Πολυδάμας, ἀλλʼ οὐ φανερῶς λέγει· ἠπίστατο γὰρ οὐ δεξόμενον τὸν Ἔκτορα. ἄμφω οὖν τέθεικεν, ἵνα ἐπʼ ἐκείνῳ ᾖ τὸ ἑλέσθαι. ὅτι γὰρ ὡς παράδοξον αὐτὸ πρῶτον τέθεικε δῆλον ἐκ τῆς ἐπιφορᾶς “αἴ κʼ ἐθέλῃσι θεός,” ὡς δύσκολον καὶ ἐπὶ μόνῳ θεῷ κείμενον τὸ ἑλεῖν τὰς ναῦς.

745. σταθμῷ ἀποδῶσι τὴν χθεσινὴν ἡμῶν εὐημερίαν· ἐν τῇ κόλῳ μάχῃ γὰρ εὐτύχησαν Τρῶες. θεραπεύει δὲ τὸν Ἕκτορα λελη- θόσιν ἐπαίνοις, ὑπομιμνήσκων αὐτὸν τῶν χθὲς αὐτῷ κατωρθωμένων.

*οἱ δὲ ἀρχαῖοι σταθμῷ ἐδάνειζον χρυσίον καὶ ἀργύριον καὶ τὰ παραπλήσια, ὡς νομισμάτων τότε μὴ ὑπαρχόντων. τὸ δὲ μὴ τὸ χθιζὸν ἀποτίσωνται χρεῖος ἀντὶ τοῦ ἴσον ἀπολάβωσιν, ὡς ἐν ζυγῷ τὸ ἴσον στήσαντες καὶ ἀπομετρούμενοι ὄφλημα· χρεῖος γὰρ τὸ χρέος εἶπε καὶ ὄφλημα, οὐχ ἀπλῶς τὸ πρᾶγμα. φησὶν οὖν, δέδοικα μὴ ὡς δανεισάμενοι χθὲς τὴν νίκην ἀποδῶμεν αὐτοῖς, σταθμῷ στήσαντες τὸ χρέος.

748. ἅδε δʼ Εκτορι μῦθος] διδάσκει πείθεσθαι τοῖς καιροῖς. τοιοῦτος γὰρ ἦν καὶ Ἀγαμέμνων, ἐπιπλήσσων Ὀδυσσεῖ καὶ Διομήδει [*](2. *ἀνδρείας] ἀνδρίας 24. κόλῳ μάχῃ] κολοβομάχῃ, ut in scholio ad 8, 1.)

34
ἐν τῇ ἐπιπωλήσει, καὶ ὕστερον ἀνεχόμενος αὐτῶν ἐν τῇ ἐπιπλήξει καὶ τοῖς ὀνείδεσιν.

751. ἐρύκακε] μὴ ἔα χωρίζεσθαι, ἀλλʼ εἰς ταὐτὸ σύναγε.

754. καὶ Ὄλυμπος ἄρα ὄρος· φησὶ γὰρ “κατʼ Ὀλύμπου νιφό- εντος.” πρὸς δὲ μέγεθος ἡ εἰκὼν, ἐπεὶ τὸ ὄρος ἀκίνητόν ἐστιν.

756. ἀγαπήνορα] τὸν διὰ τὴν οἰκείαν ἀνδρείαν ἀγαπώμενον.

761. ταχίστῃ συλλήψει ἐδήλωσεν ὧν μὲν τρῶσιν, ὧν δὲ τέλεον ἀναίρεσιν· Ἕλενος δὲ καὶ Δηίφοβος οὐκ ἀπήμονες, Ὀθρυονεὺς δὲ καὶ Ἄσιος οὐκ ἀνώλεθροι.

763. κέατο ψυχὰς ὀλέσαντες] πρὸς τὸ δεύτερον ὑπήντησε, τὸ οὐδʼ ἀνωλέθρους.

764. βεβλημένοι οὐτάμενοί τε] συλληπτικῶς· ἐβέβλητο γὰρ Ἕλενος, οὔταστο δὲ Δηίφοβος.

765. ἀριστερὰ μὲν τοῦ Εκτορος, δεξιὰ, δὲ τοῦ τείχους.

766. Ἑλένης πόσιν] ἐσπούδαζε γὰρ ἀνὴρ αὐτῆς εἶναι, εἰ καὶ μοιχὸς ἦν. ἢ τὸν τέως ἔχοντα αὐτὴν πόσιν λέγει· διὸ Μενέλαον οὐδέποτε πόσιν αὐτῆς καλεῖ.

768. προσέφη αἰσχροῖς ἐπέεσσιν] ὡς αἴτιον τῆς μάχης, καὶ ἐπεὶ διʼ αὐτὸν ὁ τῶν ἀρίστων κίνδυνος. ἔχει δὲ ἦθος ὁ λόγος· αὐτὸς γὰρ μᾶλλον αἴτιος τῆς ἐκείνων ἀπωλείας γεγονὼς, ὡς ἀναγκάσας αὐτοὺς διαβῆναι τὸ τεῖχος, ἄλλῳ τὴν αἰτίαν ἀναφέρει· ὅπερ ἴδιον τῶν δυσχεραινόντων καὶ τὰ ἴδια ἁμαρτήματα μετατιθέντων. ὃ καὶ ἐξελέγχει ὁ Πάρις ἐν τῇ ἀποκρίσει “Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι” (775).

769. τὸ εἶδος ἄριστε τῷ γυναιμανές συνάπτει, ἵνʼ ᾖ ὁ λόγος οὕτως, ἐπί μοιχείᾳ καλλωπιζόμενε· μέμφεται γὰρ τὸ κάλλος αὐτοῦ οὐχ ὡς κακὸν, ἀλλʼ ὡς αἴτιον κακοῦ.