Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

53. λυσσώδης] λύσσα γίνεται παρὰ τὸ τὰς σώας λύειν φρένας.

54. ὃς Διός] ἀλαζονεύεται· φησὶ γὰρ “τιοίμην δʼ ὡς τίετʼ Ἀθη- ναίη, ὡς ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν” (Il. 8, 540) καὶ “ἐπὴν ἐς νῆας ἵκωμαι, μνημοσύνη πυρὸς γενέσθω” (ib. 181).

59. σκηπανίῳ] Κυρηναῖοι οὕτω καλοῦσι τὸ σκῆπτρον. σκῆπτρον δὲ καὶ δόρυ Ποσειδῶνος ἡ τρίαινα.

62. ὥστʼ ἴρηξ] παραβολικὸς, οὐ φανταστικὸς ὁ λόγος. ὠκύ- πτερος δὲ ὁ τὴν ὠκύτητα ἐν πτεροῖς ἔχων.

63. ἀπʼ αἰγίλιπος πέτρης] μέλλων γὰρ ἀεὶ θηρᾶν ἀνέρχεται ἐφʼ ὕψους.

64. ἕτερον τῷ εἴδει· τῶν γὰρ ὁμοφύλων ἱέραξ οὐχ ἅπτεται.

66. πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας] ὡς ἰδίαν ἔχων ὁ Τελαμώνιος δύναμιν οὐ ταχέως ἤσθετο τῆς ἐπικουρίας· ὡς δὲ ἀσθενέστερος ὁ Λοκρὸς εὐθὺς νοεῖ.

71. *ἴχνια] παρὰ τὸ ἵξω ἵγμαι ἵγνιον καὶ ἴχνιον.

ἀναχωροῦντος αὐτοῦ τὰς ἀποχαράξεις τῶν ποδῶν ἔγνων, φησὶ, μὴ ἀπομαξαμένας ἴχνος. τὸ δὲ ῥεῖα πρὸς τὸ ἀπιόντος· ῥᾳδίως γὰρ ἀπηλλάγη ὡς θεός.

82. χάρμῃ τῇ μάχῃ· ἡ γὰρ χαρὰ χάρμα καλεῖται. νῦν δὲ, ὡς Ἀρίσταρχος, τῇ εἰς τὸν πόλεμον προθυμίᾳ.

84. ἀνέψυχον] ἀναψῦξαι ἐστὶ τὸ ἀναπαῦσαι τὸ πνεῦμα καὶ ἐν ἀδείᾳ ἀναπνεῦσαι· καὶ γὰρ ἡ ψυχὴ πνεῦμά ἐστιν.

86. καί σφιν ἄχος] διπλοῦν ἦν αὐτοῖς τὸ δεινόν· τὴν μὲν γὰρ ψυχὴν ἄχος, τὸ δὲ σῶμα κάματος ἐδάμαζεν.

*ἄχος παρὰ τὸ χέω, μετὰ τοῦ στερητικοῦ ᾱ, τὸ μὴ διαχέον τὴν [*](21. *τῶν γὰρ] ἀπὸ γὰρ τῶν)

6
ψυχὴν, ἀλλὰ συνέχον, ὥσπερ τοὐναντίον ἐπὶ τοῦ χαίρω, παρὰ τὸ διαχεῖσθαι. ἄχος δέ ἐστι λύπη· εἴδη δὲ τῆς λύπης τέσσαρα, ἄχος ἄχθος φθόνος καὶ ἔλεος. ἄχος οὖν ἐστὶ λύπη ἀφωνίαν ἐμποιοῦσα· ἄχθος ἐστὶ λύπη βαροῦσα καὶ ἐνοχλοῦσα ἐπὶ ἀβούλων τῶν συμβαι- νόντων· φθόνος ἐστὶ λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς· ἔλεός ἐστι λύπη ἐπʼ ἀλλοτρίοις κακοῖς· πάσχει γάρ τις καὶ σὺ ἐλεεῖς.

περιπαθῶς πάνυ, ὅτι ὁρῶντες ἐν ὄψει τὸ κακὸν ἐπαμύνειν ἤσαν ἀδύνατοι· ὅθεν καὶ ἐπαναλαμβάνει τὸ “τοὺς οἵ γʼ εἰσορόωντες” (88)· τὰ γὰρ σχετλιώτατα τῶν δεινῶν τὰ ἐν ὄψει ἐστὶν ὁρώμενα. εἰς ἔσχατον δὲ προῆκται τὰ τῶν Ἑλλήνων· ὅρα γὰρ ἐπὶ τῆς παρα- τάξεως στρατιώτας κλαίοντας ἐνόπλους, καὶ ταῦτα Ἕλληνας.

88. *ὑπ᾿ ὀφρύσι δάκρυα λεῖβον] οἱ γὰρ ὀφθαλμοὶ καθʼ Ὅμηρον ὑπὸ ταῖς ὀφρύσι· ὡς τὸ κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινώ” (Il. 14, 236). διὰ δὲ τούτων ἐδάκρυον.

95. αἰδώς] λείπει τὸ ἔστω. Ἑλληνικῶς δὲ τὸ τῆς αἰδοῦς προ- βάλλεται, ὁ δὲ Ἕκτωρ τοῖς βαρβάροις οὐ τὸ αἰσχρὸν, ἀλλὰ τὸν φόβον· εὖ δὲ καὶ τῆς ἀκμῆς ὑπομιμνήσκει ἐπὶ δειλίᾳ συγγνώμην ἐχούσῃ· διὸ καὶ δὶς ἐπανέλαβε τὸ ὄνομα. οἱ δὲ τὸ κοῦροι ἀντὶ τοῦ εὐγενεῖς.

96. ἁμάς] αὐτὸς γὰρ αὐτὰς εἰς Ἴλιον ἤγαγε· “καὶ νήεσσί” φησιν “ἡγήσατʼ Ἀχαιῶν” (Il. 1, 71).

98. νῦν δὴ εἴδεται ἦμαρ] φαίνεται. λείπει δὲ τὸ τοῦ, τοῦ ὑπὸ Τρωσὶ δαμῆναι. ἀντὶ τοῦ προφανές ἐστιν ὡς ἐν τῇ νῦν ἡμέρᾳ ἀπο- λούμεθα. ἐντέχνως δὲ τὸ φιλότιμον αὔξει τῶν νέων, τὴν αἰτίαν τοῦ σωθῆναι καὶ ἀπολέσθαι αὐτοῖς ἀναφέρων.

101. Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας] ἐν ἤθει μετὰ θαύματος. μεγάλη δὲ ἡ ἔμφασις· ἔστι γὰρ μυρία προσυπακοῦσαι, οἷον τοὺς βαρβάρους ἐπὶ τὰς Ἑλληνικὰς, τοὺς δειλοὺς ἐπὶ τὰς τῶν γενναίων, τοὺς ὀλίγους ἐπὶ τὰς τῶν πλεόνων.

102. φυζακινῆς] ἐντέχνως τῷ ψόγῳ τῶν Τρώων ἐνέβαλε τὴν κατηγορίαν Ἑλλήνων· ποῖοι γὰρ ἂν εἶεν οἱ ὑπὸ τοιούτων ἡττώμενοι;

103. θώων] ὅμοιον ὑαίνῃ τὸ ζῷον. φασὶ δὲ αὐτὸ ἅμα τῷ τίκτε- σθαι βαδίζειν· ἡ δὲ βάδισις αὐτοῦ ἁλματώδης.

ἤϊα τὰ τοῦ εἶναι αἴτια, ἢ τοῦ ἰέναι· οἱ γὰρ πεινῶντες τὰ γυῖα βαρύνονται.

* ἤϊα δὲ τὰ βρώματα, οὐ τὰ ἐν οἴκῳ, ἀλλὰ τὰ ἐν τῇ ὁδῷ· “δεῦτε

7
φίλοι ἤϊα φεροίμεσθα” (Od. 2, 410) φησὶν ὁ Σιμωνίδης. καὶ τὰ ἄχυρα δὲ ἤϊα λέγεται, ὡς τὸ “ὡς δʼ ἄνεμος ζαὴς ἠίων θημῶνα τινάξει” (Od. 5, 368). καὶ “ὅπλισσόν τʼ ἤϊα (Od. 2, 289) τὰ ἐφόδια· οἰκείως ἀπὸ τοῦ ἰέναι εἴρηται. καταχρώμενος δὲ ὁ ποιητὴς λέγει ἀντὶ τοῦ ἑλώρια· κυρίως γὰρ ἑλώρια λέγεται ἃ ἑλόντες αἱροῦσιν.

108. μεθημοσύνῃσί τε λαῶν] καλῶς οὐκ εἶπεν ἀσθενείαις, ἀλλὰ μεθημοσύναις. λέγει δὲ τὰ εἰς ἀρέσκειαν τοῦ πλήθους· οἶδε γὰρ αὐτοὺς ἀεὶ παρὰ τὰς ἀτυχίας μεμψιμοίρως ἔχοντας τοῖς τυράννοις.

109. οὐκ ἐθέλουσιν] εὖ τὸ μὴ φάναι οὐκ ἐθέλετε· πρὸς βασιλι- κοὺς γὰρ ἄνδρας ὁ λόγος, οὓς ἐλέγχειν ἀντικρὺ παρῃτήσατο. ἐπὶ δὲ τὸν ὑποτεταγμένον ὄχλον τὸν λόγον ἔτρεψε, καὶ δοκεῖ μὲν κατὰ τῶν ἄλλων λέγειν, ἡ δʼ ἐπαναφορὰ πρὸς τοὺς ἀκούοντας γίνεται.