Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

24. *ἐθείρῃσιν] ἔθειραι εἴρηνται αἱ τρίχες παρὰ τὸ ἐξ ἔθους εἴρεσθαι, ἤγουν συμπλέκεσθαι.

25. χρυσὸν δʼ αὐτός] πάντα ποιητικά· ἀπὸ γὰρ τῆς παρʼ ἡμῖν τιμωμένης ὕλης καὶ παρὰ θεοῖς λαμβάνει χρύσεα δώματα καὶ χρυ- σᾶς τὰς τῶν ἵππων ἐθείρας. καὶ νῦν δὲ χρυσὸν λαμβάνει, τουτέστι πανοπλίαν χρυσῆν, καὶ μάστιγα χρυσῆν· καὶ ἑξῆς τοῖς ἵπποις περι- βάλλει πέδας χρυσᾶς.

27. ἄταλλε] ἐσκίρτα· ἀπὸ τῶν νηπίων ἡ μεταφορά. ἐπὶ δὲ Ἑρμοῦ τὸ πέλαγος διανύοντος (Od. 5, 51) οὐδὲν τοιοῦτον γίνεται· τῷ δὲ τῆς θαλάσσης δεσπότῃ οἰκεῖα ταῦτα. τὸ δὲ ὑπʼ αὐτοῦ ἀντὶ τοῦ διʼ αὐτόν, ὡς τὸ “ὑπὸ τῆς νόσου ἀδυναμεῖ.”

28. πάντοθεν] ταῦτά εἰσι τὰ εἰς θεν τῷ ο παραληγόμενα καὶ προπαροξυνόμενα ἐπιρρήματα, οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκά- στοθεν ἀπόπροθεν πάντοθεν. τὸ δὲ κευθμῶν οἱ μὲν συγκοπήν φασιν, οἱ δὲ ὅτι κευθμῶν Ἰακῶς εἴρηται.

29. γηθοσύνη] ὁ μὲν Ἀρίσταρχος ὀρθὴν αὐτήν φησιν, ὁ δὲ Ἡρω- διανὸς δοτικὴν διὰ πολλῶν ἀποδείκνυσι. λέγει δὲ ὅτι τόπον παρεῖχε τῷ θεῷ, καὶ οὐκ ἀνθίστατο κυμαίνουσα, ἀλλὰ διίστατο, ἤτοι ὡδοποίει.

31. ἐΰσκαρθμοι] εὖ σκαίροντες, ἢ εὔποδες. τινὲς δὲ καὶ τὸν δρό- μον σκαρθμὸν ὀνομάζουσιν, ἵνʼ ᾖ ταχεῖς.

*σκαρθμὸς δὲ κατὰ διάλεκτον ὁ πούς.

32. σπέος] σπήλαιον ἀφώτιστον, παρὰ τὴν σβέσιν.

37. ἀρρήκτους ἀλύτους] διχῶς ὁ δεσμὸς ἀφανίζεται, ἢ ῥήξει ἢ λύσει· ἄμφω δὲ συμπεριέλαβεν.

39. Τρῶες δέ] ἐπὶ τὰ πρῶτα ἐπαναφέρει τὸν λόγον· “οἱ δʼ ἐσέ- χυντο νῆας ἀνὰ γλαφυράς.” πρὸς δὲ τὸ εὐκίνητον καὶ ἁρπακτικὸν καὶ ἠχητικὸν τούτοις εἰκάζει, ὅθεν οὐδʼ ἐμψύχοις, οἷον λέουσιν ἢ λύκοις, διὰ τὴν ἄλογον ὁρμήν. ἀκόλουθα δὲ καὶ τὰ ἐπιφερόμενα· ἀπὸ γὰρ ἀνέμου καὶ πυρὸς ἦχος γίνεται.

41. ἄβρομοι] πολύβρομοι· φύσει γὰρ ὄντες θορυβώδεις τῇ νίκῃ πλεῖον θορυβοῦσιν. ἔλαβε δὲ τὸν μὲν βρόμον ἀπὸ τοῦ πυρὸς, τὴν δὲ ἰαχὴν ἀπὸ τῆς θυέλλης.

[*](7. *καὶ χρυσᾶς] om. 33. *πολύβρομοι] om.)
5

*αὐίαχοι] ἀντὶ τοῦ ἀνιάχοι· τοῦ γὰρ ν ἐξαιρεθέντος ὑπεισῆλθε τὸ ῡ, ὡς καὶ τὸ ἀγαθοὶ ἀγαυοί.

44. Ἀργείους ὤτρυνε] τὰ ἐναντία δύο ἔλαβε· δύο γάρ εἰσιν ὧν χρὴ προΐστασθαι, τῶν ἀσθενῶν πρὸς διόρθωσιν, καὶ τῶν ὑγιῶν πρὸς παίδευσιν.

45. ἐπεὶ ὑπὲρ Ἀχιλλέως κατʼ Ἀγαμέμνονος μέλλει λέγειν, πρὸς τὸ πιστωθῆναι Κάλχαντι εἴκασται.

49. ἄλλῃ] κατὰ ἄλλην παράταξιν· πένταχα γὰρ ἦσαν κοσμηθέντες.