Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

650. πολέμοιο μεδήσομαι] πρὸς μὲν Ὀδνσσέα ἀποπλεύσεσθαί φησιν (ἔτι γὰρ αὐτὸν σφόδρα ἡ ὀργὴ ἐξέμαινε), πρὸς δὲ Φοίνικα ἤδη πραϋνόμενος σκέψασθαι περὶ τοῦ μένειν, τὸν δὲ Αἴαντα αἰδε- σθεὶς τότε ἐπαμυνεῖν ἡνίκα πλησίον γένωνται οἱ πολέμιοι, οὔτε ἀνέλπιστον τὴν συμμαχίαν τοῖς Ἕλλησι καταστῆσαι θέλων οὔτε ἕτοιμον, ἵνα μὴ μέτρια πεπονθέναι δοκῇ.

651. Ἕκτορα δῖον] οὐχ Ὁμηρικὸν τὸ ἐπίθετον, ἀλλʼ ὁ Ἀχιλλεὺς πεποίηκεν αὐτὸ, λυπῶν τοὺς Ἀχαιούς. καὶ Ὀδυσσεῖ ἔλεγε (356) “νῦν δʼ ἐπεὶ οὐκ ἐθέλω πολεμίζειν Εκτορι δίῳ.”

654. σμύξαι] σμύχειν ἐστὶ τὸ καπνὸν μόνον διὰ τοῦ πυρὸς ἀνίεσθαι, ὃ καὶ τύφεσθαι λέγεται.

657. Πάτροκλος οὐ λαλεῖ, ἵνα μὴ νῦν προσκρούσας Ἀχιλλεῖ ὕστερον μὴ πείσῃ.

661. ῥῆγός τε] ῥῆξαί ἐστι τὸ βάψαι. βαπτὸν οὖν περιβόλαιόν φησιν· οἱ δὲ τάπητα. οἰκεία δὲ ἡ κοίτη τῷ γέροντι. καὶ ὁ Νέστωρ καθεύδει “εὐνῇ ἔνι μαλακῇ (Il. 10, 75). καὶ ῥηγεῖς οἱ βαφεῖς.

671. ἐρέοντο] πάντες αὐτὸν ἐξερωτῶσι, προσδοκῶντες χρηστόν τι καὶ τῆς σφῶν σωτηρίας παρ᾿ αὐτοῦ τεκμήριον ἐναργὲς ἀκούσεσθαι.

673. πολύαινʼ Ὀδυσεῦ] διὰ τὸ φρονιμώτερος εἶναι τῶν ἄλλων τὸ πλεῖστον αὐτῷ τῆς πρεσβείας ἐπετέτραπτο· ὅθεν καὶ Νέστωρ “Οδυσσῆϊ δὲ μάλιστα” (180) φησὶ, καὶ οὗτος αὐτὸν πρὸ τῶν ἄλλων ἐρωτᾷ. οὗ γὰρ φρόνησις, ἀνδρείας οὐ τόσον φροντίς.

674. οὐ περὶ τῆς ἀποδοχῆς καὶ τῆς δεξιώσεως αὐτὸν ἐρωτᾷ, ἢ περὶ τῆς τῶν δώρων λήψεως, ἀλλὰ τὸ καιριώτατον πάντων προμα- θεῖν ἐπείγεται.

678. καλῶς τὸ σβέσαι· δίκην γὰρ πυρὸς ὁ θυμὸς τὰ ἐντὸς ὑπο- σμύχει.

681. σόῃς] καὶ μὴν Φοίνικι μὲν ἔλεγε “φρασσόμεθʼ ἤ κε νεώ. μεθα,” Αἴαντι δὲ “οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι.” ἀλλʼ ἴσως [*](4. ἀποπλεύσεσθαι Bekk.] ἀπο- 16. *μὴ] om. 20. χρηστόν τι] χρηστότητα πλεύσασθαι 6. *περὶ τοῦ μένειν] om. 22. *φρονιμώτερος] φρονιμώτερον 9. *μὴ] om. 27. * καιριώτατον] καιριώτερον)

418
Ὀδυσσεὺς τὰ πρὸς ἑαυτὸν μόνον ῥηθέντα ἀγγέλλει, ἀνακόπτει δὲ τὰ Αἴαντος εἰπὼν “εἰσὶ καὶ οἵδε,” ὅπως μὴ αἰσχύνοιτο Αἴαντος πλέον κατορθώσαντος. ἢ ἵνα ἐκκόψῃ αὐτῶν τὴν ἐλπίδα καὶ εὐψύχως πολε- μήσωσιν· ὅθεν καὶ παραινεῖ ὁ Διομήδης “καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους.” ὅπερ ἀγνοήσαντές τινες ὠβέλισαν τὰ ἔπη.

688. *τὸ ὣς ἔφατʼ ἐνταῦθα μὴ νόει, ὥς τινες κακῶς, ἀντὶ τοῦ οὕτως εἶπεν Ὀδυσσεὺς πρὸς Ἀγαμέμνονα, ἀλλὰ τὸ ὡς ἔφατο ὁ Ἀχιλλεύς· ὁ γὰρ Ὀδυσσεὺς ἀπαγγέλλει πρὸς τὸν Ἀγαμέμνονα τὰ παρὰ Ἀχιλλέως αὑτῷ λεχθέντα. διὸ καί φησιν Ὀδυσσεὺς πρὸς Ἀγαμέμνονα, “εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν οἵ μοι ἕποντο.”

*Πορφυρίου. ἐν τῷ μουσείῳ τῷ κατὰ Ἀλεξάνδρειαν νόμος ἦν προβάλλεσθαι ζητήματα καὶ τὰς γινομένας λύσεις ἀναγράφεσθαι. προεβλήθη οὖν, πῶς τοῦ Ἀχιλλέως τοῖς πρὸς αὐτὸν ἐλθοῦσι πρέσ- βεσι ταύτην δεδωκότος ἀπόφασιν “οὐ γὰρ πρὶν—νῆας ἱκέσθαι· ἀμφὶ δέ τοι—σχήσεσθαι ὀΐω” (650—1—2—4—5) Ὀδυσσεὺς ἐρω- τώμενος τὰ περὶ τῆς πρεσβείας τοῦτο μὲν οὔ φησιν, ἀλλὰ τὸ “αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι νῆας ἐῦσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας·” παραπρεσβείας γὰρ εἶναι τὸ μὴ τἀληθῆ ἀπαγγέλλειν. πρὸς τοῦτο ὁ λύων ἔφασκε τἀληθῆ μὲν ἀπαγγεῖλαι τὸν Ὀδυσσέα, οὐχ ἃ πρὸς ἄλλους εἴρηκεν εἰπόντα, ἀλλʼ ἃ πρὸς ἑαυτὸν καὶ ἃ ἤκουσε παρʼ Ἀχιλλέως· ἦν δὲ πρὸς αὐτὸν ῥηθέντα “νῦν δʼ ἐπεὶ—μεμαῶτας” (356—361). ὅταν μὲν οὖν ὁ μὲν εἴπῃ αὔριον πορεύεσθαι, ὁ δʼ Ὀδυσσεὺς ἅμʼ ἠοῖ φαινομένηφι, τἀληθὲς ἂν εἴη ἀπηγγελκώς. οὐ μέντοι ἁπλῶς ἔφη ὅτι ταῦτα εἴρηκεν Ἀχιλλεὺς, ἀλλ᾿ ὅτι ἠπείλησεν, ἀπειλὴν τὸ πρᾶγμα καὶ οὐκ ἔργον ἀποφαίνων, διʼ ἃ ἤκουσε πρὸς τοὺς ἄλλους ὑπʼ αὐτοῦ λεγόμενα, ὧν πρὸς μὲν τὸν Φοίνικα “φρασσόμεθʼ ἤ κε νεώμεθʼ ἐφʼ ἡμέτερʼ ἠὲ μένωμεν” (619), πρὸς δὲ τὸν Αἴαντα, πρίν γʼ υἱὸν Πριάμοιο ἐλθεῖν ἐπὶ τὴν σκηνὴν, οὐ πρότερον ἕξεσθαι τοῦ πολέμου. τί οὖν ἔδει τὰ πρὸς τοὺς ἄλλους λέγειν, ἀλλʼ οὐχὶ μόνον ἐπικρίνειν τὰ πρὸς αὐτὸν ῥηθέντα; ἀπειλαὶ δὲ ἦσαν ἐξ ὧν πρὸς τοὺς ἄλλους μετὰ ταῦτα ἔφη. εἰ δʼ αὔτως καὶ [*](2. οἴδε] *οἳδε τάδʼ εἰπέμεν Transposuit Villoisonus. 7. τὸ ὣς ἔφατʼ] Scholion manus 30. ἕξεσθαι Cobetus] ἐξίεσθαι 32. αὔτως] Compendio expres- recentioris. 12. * Πορφυρίου] Hoc scholion sum αὔτ, ut mox ὅμ pro ὅμως. in B adscriptum est versui 356.)

419
τὰ πρὸς Αἴαντα φθάσας εἶπε ῥηθέντα, ὕβρις ἂν ἦν τοῦ Αἴαντος μὴ δυναμένου λέγειν ἃ ἀκήκοε· διὸ ἐπήγαγεν, εἰσὶ καὶ οἵδε ἀπαγγέλ- λειν οἷοί τε τὰ ῥηθέντα πρὸς αὐτούς.

εἰσὶ καὶ οἵδε] συντέμνει διὰ τὸ ἀηδὲς τῆς ὑποθέσεως, ἄλλως τε. ἵνα μὴ δοκῇ ἀτιμάζειν τοὺς λοιπούς.

690. Φοῖνιξ δʼ] οὐχ ὡς πρεσβεύσαντος τοῦ Φοίνικος, ἀλλʼ εἰς πίστιν τοῦ ἀποπλευσεῖσθαι.

697. Ἀτρείδη] οὐδὲ ὅλως ἐσχημάτισε τὸν λόγον πρὸς Νέστορα, εἰπόντα “ἀτὰρ οὐ τέλος ἵκεο μύθων” (56), ἀλλʼ ὡς συναλγῶν Ἀγαμέμνονι ταῦτά φησιν.

698. μὴ ὄφελες] ἀντὶ τοῦ οὐκ ὄφελες. ἀεὶ δὲ ἀντιστασιώτης τοῦ Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται.

699. μυρία δῶρα διδούς] ἐπαινεῖ αὐτοῦ τὴν προαίρεσιν ὡς ὑπὲρ τῶν Ἀχαιῶν πολλὰ παρασχόντος.

709. καὶ δʼ αὐτὸς] ἀπὸ τοῦ κοιμήσασθε πληθυντικοῦ ἐπὶ τὸ ἑνικὸν μετεσχημάτισε τὸν λόγον· ἐπὶ γὰρ τὸν Ἀγαμέμνονα μετῆλθε. στρατηγικῶς δὲ καὶ αὐτὸν βούλεται πολεμεῖν, πρὸς τὸ καταπλῆξαι τοὺς ἐναντίους τῷ προθυμοποιηθῆναι τὸν βασιλέα.