Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

571. ἠεροφοῖτις] ἡ ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ ἀπροοράτως ἔρχονται. πῶς δὲ Αιθην ἐπικαλεῖται, ἡ δὲ Ἐρινὺς ἔρχεται; δῆλον ὡς ὑπηρέτις.

573. δοῦπός ἐστι ψόφος δέος ἐμποιῶν τοῖς ἀκούουσι.

579. ἐπίτηδες καὶ τοῦτο λέγει, ἵνα τὰ Ἀγαμέμνονος δῶρα δείξῃ μείζονα. γύης δέ ἐστι μέτρον γῆς, μικρῷ τῶν δέκα ὀργυιῶν ἔλασσον.

580. ψιλὴν διὰ τοῦ ι, ἤτοι γυμνὴν φυτῶν· λείπει δὲ ἡ εἰς, ἵνʼ ᾖ ἥμισυ καὶ ψιλὴν εἰς ἄροσιν.

583. σείων] πράως κινῶν διὰ τὸ γῆρας. τοῦτο δὲ ἐποίει, ὅτι ἤδη οἱ πολέμιοι τὸ τεῖχος ἀμφέβαινον.

[*](3. *τῆς ἁλκυόνης] τῆς ἁλκυόν 13. *καὶ Ὀδυσσέα] om. 5. *κατασύρειν] πολεμεῖν οὗν] *οὖν ἡ Μάρπησσα καλοῦσα 10. *ἀφῃρεῖτο] ἀρήρἦ)
414

584. γράφεται μὲν κασίγνηται κατὰ Ἀρίσταρχον, δύναται δὲ μᾶλλον κασίγνητοι· πλείους γὰρ αὐτῷ οἱ ἀδελφοὶ ἦσαν· “οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν” (Il. 2, 641). δύνανται δὲ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ αἱ θήλειαι ἀκούεσθαι. παρα- καλεῖ δὲ καὶ ἡ μήτηρ, ἡ αἰτία τῆς Μελεάγρου ὀργῆς, ὡς καὶ Ἀγα- μέμνων.

586. οἵ οἱ κεδνότατοι καὶ φίλτατοι] ὡς οἱ νῦν. τοιοῦτον δὲ εὗρε παράδειγμα τὸ ἱκανὸν πρὸς πειθώ.

590. παράκοιτις] καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ πείθεσθαι; ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ὁ ἔρως. ὅτι γὰρ οὐ γυναικοκρατεῖται δῆλον· οὐ γὰρ ἐρωτικοῖς αὐτὴ ἐχρήσατο ῥήμασιν, ἀλλὰ πεφθέντος τοῦ θυμοῦ τότε παρακαλεῖ.

593. ἀμαθύνει] σποδὸν καὶ κόνιν ἐργάζεται, ἣν καὶ ἄμαθον εἶπεν.

598. εἴξας ᾧ θυμῷ] πάλαι ὅτε ὠργίζετο, οὐ νῦν ὅτε ἤμυνεν. ἢ θυμὸν τὸν ἐπιλογισμόν φησι· τοὺς γὰρ ἀναγκαίους παρεὶς τῇ γυναικὶ πέπεισται.

600. μή μοι ταῦτα νόει φρεσί] μόγις παρρησιάζεται, καὶ ὡς μέγα κακὸν ἀπεύχεται αὐτῷ.

602. ἐπὶ δώροις] ἀντὶ τοῦ μετὰ δώρων. ἐλέγχει δὲ ὅτι καὶ ἄκων ὕστερον αὐτόκλητος ἐπικουρήσει.

605. τιμῆς] οἱ μὲν ἀντὶ τοῦ τιμήεις κατὰ συναίρεσιν. Ἀρίσταρ- χος δὲ, τῆς τιμῆς, φησὶν, ἔσῃ· διὸ καὶ ἐπάγει “οὐ χρεὼ τιμῆς.” τοῖς γὰρ ἔμπροσθεν ἀντειπεῖν οὐκ ἔχων ἐκ τοῦ ἐσχάτου ἄρχεται.

607, 608. πρὸς τὸ εἰρημένον ὑπὸ Φοίνικος “ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί” (603) φησὶν ὁ Ἀχιλλεὺς “οὔ τί με ταύτης χρεὼ τιμῆς ἥ μʼ ἕξει,” ὅ ἐστιν, οὐκ ἀγαθόν μοι τοιαύτη τιμὴ, δι᾿ ἣν ἐγὼ μέχρι θανάτου ταῖς ναυσὶν ἐνδιατρίψω. εἶπε γὰρ “εἰ μέν κʼ αὖθι μένω, ὤλετο μέν μοι νόστος” (412). πιθανῶς δὲ τῇ τοῦ Ἀγαμέμνονος τιμῇ ἀντέθηκε τὴν παρὰ τοῦ Διός. οὐ καλῶς δὲ κέχρηται ταῖς εὐτυχίαις.

612. μή μοι σύγχει θυμόν] ὁμολογεῖ μὲν ἡττῆσθαι τῷ ἐλέῳ, τὴν δὲ ἀφορμὴν διαβάλλει.

615. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν] δεῖγμά ἐστιν ὅπως χρὴ διακεῖσθαι τοὺς φίλους συναιρομένους ἀλλήλοις τὰ φίλα.