Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

36. ἀνεπαχθῶς τοῦτό φησι διὰ τὸ σῶσαι τὸν Νέστορα· διὸ κἀκεῖνος λέγει “ πολέμῳ ἔνι καρτερός ἐσσι” (53).

37. διάνδιχʼ ἔδωκε] διῃρημένως τὸ ἕτερον τῶν δυεῖν, οὐχ ἑκά- τερον.

38. σκήπτρῳ μέν] προθεραπεύει διὰ τούτου, ὡς δειλοῦ μέλλων καθάπτεσθαι.

39. ὅ τε] τὸ ἄμφω κεκτῆσθαι, ὡς οὐ τέλειος εἴη βασιλεὺς ὁ μὴ ἔχων τὰ δύο· καὶ ὅτι ἡ μὲν δύναμις βασιλείαν περιποιεῖ, ἡ δὲ βασιλεία πρὸς κτῆσιν ἀλκῆς ἀδύνατος. δύο δέ εἰσι, τὸ μὲν ἐκτύχης, τὸ δὲ ἐξ ἀρετῆς, ὅπερ ἀποδέχεται ὁ ποιητὴς, ὡς μὴ δεήσοντος πόνου. καὶ Ἀχιλλεὺς οὖν ταὐτὰ ὀνειδίζει. οὐ πειστέοι δὲ ἀντιπο- λιτευόμενοι· τὰ δὲ ἀπαθῆ τῶν προσώπων πρὸς μαρτύρησιν ἱκανὰ, οἷον τὸ “βασιλεύς τʼ ἀγαθός” (Il. 3, 179) καὶ τὸ “ἢ αὐτὸν βασιλῆα” (Il. 7, 180).

40. δαιμόνιʼ] εὔκαιρος ὁ ἔπαινος διὰ τὰ κατʼ αὐτοῦ εἰρημένα.

43. ἔρχεο, πάρ τοι ὁδός] πικρὰ μὲν τῷ ἀκούεσθαι, ἥδιστα δέ ἐστι τῷ νοεῖν. ταῦτα γὰρ ἀκούειν ἐθέλει Ἀγαμέμνων παρὰ τῶν Ἀχαιῶν, ὅτι ἐθελονταὶ τὸν κίνδυνον ἀναδέχονται, ὡς δημοκρατούμενοι, οὐ βιαζόμενοι.

44. αἵ τοι ἕποντο Μυκήνηθεν] τούτων γὰρ ἄρχει μόνων, οὐ Ἑλλήνων. πῶς δὲ οὐκ αἰσχρὸν σὺν πολλῷ ἐλθόντα στόλῳ μάταιον ὑποχωρεῖν:

45. ἄλλοι μενέουσι] ῥητορικῶς αὐτῶν προενεχυράζει τὴν γνώ- μην.

46. ὑποστικτέον εἰς τὸ αὐτοί, καὶ λείπει τὸ θέλουσι φυγεῖν· ἢ κοινὸν τὸ ἐπέσ συται ὥστε νέεσθαι. κομματικῶς δὲ εἶπε, μιμού- μενος τὸν θυμούμενον.

[*](18. πειστέοι] πιστευτέοι Vill. 19. *τῶν προσώπων] om. 25. *ἐθελονταὶ] ἐθελοντεῖς)
374

48. προτρεπόμενος αὐτοὺς οὐκ ἐδίστασεν, ἀλλὰ προθύμως φθέγ- γεται ταῦτα.

49. τῶν λόγων τὸ ὑψηλὸν τῇ θείᾳ προνοίᾳ λύει. ἔστι δὲ ὅμοιον τῷ “πειθόμενοι τεράεσσι θεῶν” (Il. 4, 408).

52. ἡ σιωπὴ Ἀγαμέμνονος ἀπόπειραν δευτέραν ἔχει τῶν Ἑλλή- νων. οὔτε δὲ ἀντιπράσσει τῷ Διομήδει (θυμήρη γὰρ εἶπεν) οὔτε ὡς ἡδόμενος συναινεῖ, ἵνα μὴ πρὸς τὸ μέλλον ἄπιστον ἑαυτὸν καταστήσῃ τοιοῦτόν τι τεχνάσασθαι. καλῶς δὲ μετὰ τὸ μαθεῖν τὴν γνώμην τῶν Ἀχαιῶν ἐπάγει τὸν λόγον ὁ Νέστωρ.

55. δύο γὰρ τὰ ἀκυροῦντα πάντα, ἥ τε τῶν λόγων ἐναντίωσις καὶ ἡ μέμψις.

οἷς ἀμφοῖν ἐλοιδόρησε τὸν βασιλέα, τούτοις αὐτὸν προὔχειν φησὶν, ἀλλʼ οὐκ ἄκρως· οὕτε γὰρ κρατερώτατον εἶπεν, ἵνα μὴ τοὺς ἄλλους λυπήσῃ καὶ αὐτοὺς τῆς ἀνδρείας ἀντιποιουμένους, ἀλλὰ καὶ μετὰ πάντας ὁμήλικας, ἵνα μὴ τοὺς πρεσβυτέρους ἀνιάσῃ. ἄλλως τε καὶ ἀνατρέψαι αὐτοῦ τὸν λόγον βούλεται· διὸ καὶ οὐ συνετώτατον καλεῖ αὐτόν.

* τουτέστιν οὐκ ἐπλήρωσας τὸν λόγον σου. τὰ μὲν γὰρ πρὸς τὸν βασιλέα δεόντως εἴρηκας. ἐλλείπει δὲ τὰ τῆς συμβουλῆς καὶ παραφυλακῆς, ἅπερ αὐτὸς ἀναπληροῖ.

57. τῷ τῆς συγγενείας ὀνόματι τὴν ἐξ αὐτοῦ ἐπισπᾶται εὔνοιαν. ὅρα δὲ ὁπόσοι οἱ ἔπαινοι· σχεδὸν γὰρ αὐτῷ ἀπένειμε τὸ πᾶν τῆς συμβουλῆς.

60. ὃς σεῖο γεραίτερος] ἀνεπιφθόνως οὐ τὴν σύνεσιν, ἀλλὰ τὴν ἡλικίαν προβάλλεται, διὰ ταύτης ἔχειν ἀξιῶν τὸ κρεῖττον καὶ λογιώτερον.

61. ἐξείπω καὶ πάντα διίξομαι] τοῦτο πρὸς τὸ “ἀτὰρ οὐ τέλος ἵκεο μύθων” (56) ἀντιπαρατέθειται.

62. οὐδὲ κρείων Ἀγαμέμνων] πρὸς τὸ μὴ Διομήδην ἀντειπεῖν τοῖς λεχθησομένοις. οἶδε δὲ Ἀγαμέμνονα εἰπόντα τὸ “εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν” (Il. 2, 379).

[*](Ι. Hoc et proximum scholion 14. *ἀνδρείας] ἀνδρίας inverso ordine leguntur in B. 20. *ἀναπληροῖ] ἀναπλερ 12. προὔχειν B, sed spiritu, ut 24. *ἀνεπιφθόνως] ἀνεπιφθόνως videtur, eraso. οὕτως)
375

63. ὁ μὲν μένειν παρήγγειλεν, ὁ δὲ τοὺς συμμάχους ὁμονοοῦντας ἔχειν. διδάσκει δὲ ὡς εἶναι μὲν πολεμικὸν δεῖ, δι ὧν φησὶν “οἷς οὔτι μέλει πολεμήϊα ἔργα” (Il. 2, 338), οὐ μήν φιλοπόλεμον· ἀνατρέπει γὰρ τοῦτο πᾶσαν πολιτείαν. Διομήδης δὲ νῦν μὲν οὐκ ἀντεῖπεν, ἵνα μὴ ἀφρήτωρ δοκῇ· ὅτι δὲ οὐκ ἠρέσθη τῇ γνώμῃ, δηλοῖ διὰ τοῦ “μὴ ὄφελες λίσσεσθαι” (698). καὶ τὸ μὲν κεφά- λαιον τῆς συμβουλῆς ἐπὶ τοῦ πλήθους εἶπεν, ὅπως μὴ ὑπέρθηται τὰς λιτὰς Ἀγαμέμνων, τὰ δὲ κατὰ μέρος ἐπὶ τῶν δείπνων. καὶ Ἰσοκρά- της δὲ ἐν τῷ Πανηγυρικῷ, τῶν ῥητόρων συμβουλευόντων ἐν τῷ δήμῳ πάντας πλεῖν ἐπὶ Ἀσίαν, δεῖν ἔλεγε πρῶτον τὰς Ἑλληνίδας διαλλάσ- σειν πόλεις καὶ κοινῇ τὴν ὁρμὴν ποιεῖσθαι. ἀθέμιστο ς δέ ἐστιν ὁ θηριώδης, ὅπου καὶ Κύκλωπες θεμιστεύουσι παίδων ἡδʼ ἀλόχων (Od. 9, 114), ἤτοι τὸ περὶ συγγένειαν φυλάσσουσι δίκαιον.

ἀνέστιος] ὁ γὰρ ἑστίαν νέμων καὶ βίον ἑδραῖον τιμῶν τῆς πρὸς τοὺς οἰκείους ἀπέχεται στάσεως.

65. νῦν μὲν] τοῦ καιροῦ στοχάζεται, καὶ προδείξας τὸ ὠφελοῦν σιωπᾷ τέως τὴν θεραπείαν.

66. δόρπα τʼ ἐφοπλισόμεσθα] ἄξιον γὰρ τοὺς κάμνοντας προνοεῖν τῆς θεραπείας τοῦ σώματος. φησὶ δὲ ἅτι οἱονεὶ ὅπλα τῆς μάχης ποιησώμεθα τὰ δόρπα.