Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

484. τὸν δʼ οὔτι προσέφη] ἐν καιρῷ ἡ ἀποσιώπησις· οὔτε γὰρ ἐπαινεῖν ἔχει τὰ λεχθέντα οὔτε ἀντιλέγειν πρὸς ὀργὴν τοιαύτην.

485. ἐν δʼ ἔκεσʼ Ὠκεανῷ] τῷ ὁρίζοντι, φησὶν, ὃς διατειχίζει τοῦ κόσμου τὸ φανερὸν καὶ ἀφανές. οὐκ ἀληθῆ δὲ δηλοῖ ἔμπτωσιν τοῦ ἡλίου, ἀλλὰ φαντασίαν δίδωσιν ὡς ἐπὶ τὸν Ὠκεανὸν ἔρχεται ἐπὶ τὴν δύσιν ἐλθών.

486. ἕλκον νύκτα μέλαιναν] τῇ ἀσθενείᾳ τοῦ τῶν ἀκτίνων φωτὸς ἐφέλκεται ἡ νύξ. εὖ δὲ καὶ ὁ παρατατικός· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφ’ ἓν σκιάζεται.

βραχεῖαν ταύτην τὴν μάχην ἐποίησεν, ἐγχρονίζειν οὐ θέλων ταῖς τῶν Ἕλλήνων δυστυχίαις· ὅθεν μέρος μάχης καλεῖται.

490. νόσφι νεῶν ἀγαγὼν] συνελάσας μέχρι τῶν νεῶν αὐτοὺς ἀφίσταται παρὰ τὸν ποταμὸν πρὸς τὸ μήτε τοῖς πολεμίοις ἐξακού- εσθαι μήτε μακρὰν ἀπεῖναι τῆς πόλεως.

493. Διὶ φίλος] οὐδαμοῦ μᾶλλον ὁ Ἕκτωρ ἐν καιρῷ ἐλέχθη Διὶ φίλος ἢ νῦν, εἴ γε καὶ θεοῖς διʼ αὐτὸν ἀπέχθεται.

494. ἔγχος ἔχʼ ἑνδεκάπηχυ] καλῶς οὐ σκῆπτρον κατέχων δημη- γορεῖ, ἀλλὰ τὰ τῆς ἀνδρείας σημεῖα προβαλλόμενος.

498. νῦν ἐφάμην] ὑπερηφανίας μεστὸς ὁ λόγος· οὐ γὰρ εὔνους θέλει ποιήσασθαι τοὺς ἀκροωμένους, ἀλλὰ μόνον καυχήσασθαι, οὐχ ὡς τὸ “ὦ φίλοι ἥρωες Δαναοί” (Il. 2, 110). καὶ πάλιν δὲ τὸ κοινὸν οἰκειοῦται κατόρθωμα καὶ πάλιν τῇ νίκῃ γαυριᾷ.

503. στρατηγικῶς πρὸ αὐτῶν τῶν ἵππων φροντίζει, ὃ καὶ Ἀνδρο- μάχη ποιεῖ· “ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν” (188).

507. οὐκ ἔστιν ἐπὶ τοῦ σίτου κοινὸν τὸ ἄξεσθε· οὐδὲν γὰρ τῶν ἀψύχων ἄγεται, φέρεται δὲ μᾶλλον. προσυπακουστέον τὸ φέρετε.

509. καίωμεν πυρὰ] πρὸς ἀσφάλειαν μὲν ἑαυτῶν, κατάπληξιν δὲ τῶν πολεμίων. στρατηγικῶς δὲ εὐέλπιδας αὐτοὺς ποιεῖ διὰ τῆς τῶν πολεμίων φυγῆς.

[*](20. ἀνδρείας] ἀνδρίας ubi in B altera tantum pars acholii, 27. ἄξεσθε] ἔασθε (in A ἄξεσθαι) προδεδηλωμένου ὅτι—τὸ δέχεσθε δέ- 29. καίωμεν πυρὰ—φυγῆς] Sequi- κεσθν, est repetita, multa cum di- tur in B scholion Porphyrii, τοῦ versitate scripturae, omissa priore, ποιητοῦ—δέκεσθε, quod ad 10, 418 τοῦ ποιητοῦ—όσσαι μἐν πυρὸς ἐσχά- recte totum transtulit Bekkerus, ραι.)
368

513. βέλος] τὸ ἐκ βολῆς τραῦμα, ὡς τὸ “ὡς δʼ ὅταν ἀδίνουσαν ἔχῃ βέλος” (Il. 11. 269).

519. λέξασθαι] παρὰ τὸ λέχος, καὶ ξύλα λέξασθαι, καὶ “Τρῶας μὲν λέξασθαι” (Il. 2, 125), ὅθεν καὶ λογάδες καὶ σύλλογος Ἀχαιῶν.

520. θηλύτεραι] τῶν ἄλλων ζῴων, ἢ τῶν παρθένων. αἱ τετοκυῖαι, φησὶ, τὴν συνήθη ἐπικουρίαν πρασσέτωσαν, συνεργοῦσαι κατὰ δύνα- μιν τοῖς κακοπαθοῦσιν.

523. ὧδʼ ἔστω] τυραννικῶς αὐτοῖς, οὐχὶ βασιλικῶς διαλέγεται, ἐπηρμένος τῇ ἀλαζονείᾳ.

524. *ὑγιής] ὁ ἀπαραποίητος καὶ ἀπαράβατος.

527. ἐξελάαν ἐνθένδε] ὅρα τὸ παλίμβολον Ἕκτορος· τῇ γυναικὶ ἔλεγεν “ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρή” (Il. 6, 448). ὧδε δὲ ἄλλως. ἐκεῖ μὲν γὰρ τῶν Τρώων ἡττωμένων δύσελπις ἦν, ἐνταῦθα δὲ τῇ μάχῃ κρατῶν ἐλπίζει τὰ χρηστά.

532. ἐντέχνως ἐφʼ ἑαυτοῦ μὲν εἶπεν ὅτι οὐκ ἀπωσθήσεται, ἐπὶ δὲ. τοῦ Διομήδους ὅτι ἀναιρεθήσεται καὶ ὅτι σκῦλα παρέξει αὐτῷ ἀπο- θανών. στρατηγικῶς δὲ παραθαρσύνει αὐτούς· δεδίασι γὰρ Διομήδην διὰ τὴν ὑπόγυιον ἀριστείαν· καὶ τὸ Τυδείδης προσλαβὸν τὸ ἄρθρον οὐκ ἀργὴν τὴν ἀναφορὰν ἔχει.

535. ἀμφʼ αὐτὸν ἑταῖροι] ἀπὸ κοινοῦ ληπτέον τὸ κείσονται.

539. εἴην ἀθάνατος] βαρβαρικὸν τὸ εὔχεσθαι τὰ ἀδύνατα.

542. κελάδησαν] καλῶς ἐπὶ μὲν Ἑλλήνων φησίν “ Ἀργεῖοι δὲ μέγʼ ἴαχον” (Il. 2, 333). ἐπὶ δὲ Τρώων κελάδησαν λέγει· θορυ- βῶδες γὰρ ἀεὶ τὸ βαρβαρικόν.