Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

335. Ὀλύμπιος] πάλιν ἐπὶ τὸν Δία τὸ τῆς νίκης αἴτιον ἀναφέρει, μὴ θέλων μωμῆσαι Ἕλληνας.

336. οἱ δʼ ἰθὺς τάφροιο] τῇ ταραχῇ τῶν φευγόντων μόνον οὐχὶ καὶ οἱ ἄριστοι τῇ τάφρῳ φεύγοντες ἐνέπεσον.

338. ὡς δʼ ὅτε τίς τε κύων] οὐ δεόντως, φασὶ, τῷ κυνὶ ἓν ζῷον διώκοντι παραβάλλει τὸν Ἕκτορα διώκοντα πολλούς. ἄλλως τε οὐκ ἔδει εἰκάζειν τὸν διώκοντα κυνὶ, τοὺς δὲ διωκομένους ἀλκιμωτέρῳ ζῴω, τῷ λέοντι. ῥητέον δὲ πρὸς μὲν τὸ πρότερον ὅτι ὁ Ἕκτωρ εἴκασται κυνὶ ἑνὶ καὶ ὁ ἀποκτεινόμενος θηρὶ ἑνί· φησὶ γὰρ “αἰὲν ἀποκτείνων τὸν ὀπίστατον” (342). πρὸς δὲ τὸ δεύτερον ὅτι ἡ παρα- βολὴ οὐ πρὸς ἰσχὺν, ἀλλὰ πρὸς τάχος· κύνες γὰρ ἐν ταῖς θήραις ἐπιτήδειοι πρὸς δίωξιν· διὰ τοῦτο ὁ Ἕκτωρ διώκοντι εἴκασται κυνί. τὰ δὲ ἄγρια ζῷα φεύγειν εἴωθε τὰ πολλά. διὰ τοῦτο οἱ ὑποχωροῦντες Ἕλληνες τοῖς φεύγουσιν εἰκάζονται. ἔπειτα καὶ δεόντως τοῖς ἀλκιμωτέροις ζῴοις φεύγουσι παρέβαλε τοὺς Ἕλληνας· προεῖχον γὰρ τῇ ῥώμῃ, καὶ τὰ νῦν δυστυχοῦσι, καὶ ἀεὶ ὁ ποιητὴς εἴωθε κακο- πραγοῦντας αὐτοὺς θηρσὶν εἰκάζειν.

339. ἅπτηται κατόπισθε] εὖ τὸ ἅπτηται· οὐ γὰρ ἐπιλαμβάνεται, ἐπιπηδᾷ δὲ ὑλακτῶν. εὖ δὲ καὶ τὸ ὄπισθεν· ἀντίος γὰρ οὐ πρόσεισι τῷ θηρίῳ, τὴν ἐμβολὴν αὐτοῦ φοβούμενος. καλῶς δὲ οὐ τῇ πλευρᾷ ἐπίκειται, ἀλλὰ τοῖς γλουτοῖς καὶ τοῖς ἰσχίοις πρὸς τὸ ῥαδίως ἐκκλίνειν τὴν ἐπιστροφὴν τοῦ θηρίου. ἐπιφέρει γοῦν “ἑλισσόμενόν τε δοκεύει.” καὶ ἐν τῇ δυστυχίᾳ δὲ ὑψοῦται τὸ Ἕλληνικόν.

345. ἐρητύοντο μένοντες] οὐ κατὰ τοὺς Τρῶας πεφυζότες ἔμενον ἠΰτε νεβροί (Il. 22, 1)· φιλάλληλον γὰρ καὶ αἰδέσιμον ἀεὶ τὸ Ἑλληνικόν. εὔχονται δὲ θεοῖς καὶ ἀλλήλους παρακαλοῦσιν.

348. ἀμφιπεριστρώφα] οὐ περιττὴ ἡ ἑτέρα πρόθεσις, ἀλλʼ ἐναργῶς δείκνυσι τὴν ἐν ταὐτῷ γινομένην συνεχῆ τοῦ Ἕκτορος συστροφὴν, ζητοῦντος κατὰ ποῖον εἰσελάσει μέρος τοὺς ἑαυτοῦ ἵππους.

349. Ἀρίσταρχος μὲν οἴματά φησιν, οἱ δὲ ἄλλοι ὄμματα· φησὶ γὰρ βλοσυρῶπις· καὶ ἀπὸ τῶν ὀμμάτων δὲ εἴωθε καὶ τοῦ προσώπου [*](13. *πρὸς τάχος] πρὸς om. 15. *οἱ] om.)

363
χαρακτηρίζειν, ὡς τὸ “κυνὸς ὄμματ’ ἔχων” (Il. Ι, 225). Γοργόνος δὲ γράφει Ἀρίσταρχος, κακῶς· οὕτε γὰρ ὁ ποιητὴς οὔτε Ἡσίοδος Γοργών φασιν, ἀλλὰ Γοργώ.

350. τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ] ἀναρτᾷ πάλιν ἡμᾶς ἀπὸ τῶν παρόντων, μὴ διηγούμενος ὡς φιλέλλην τὴν τῶν Ἑλλήνων δυστυ- χίαν.

351. αἶψα δʼ Ἀθηναίην] δείκνυσι τὸ αἶψα ὅτι δίχα ἐπιλογισμοῦ τοῦτο ποιεῖ· διὸ καὶ μεταμεληθήσεται ὕστερον. ἀποτυχοῦσα δὲ Ποσειδῶνος ταύτην ἀναπείθει.

352. ὦ πόποι] οἰκεῖον τῇ σχετλιαζούσῃ τὸ προοίμιον. κατʼ ἐρώτη- σιν δὲ αὐτῇ διαλέγεται· οὐκέτι, φησὶ, κἂν ἐσχάτως τειρομένων κεκα- δησόμεθα Ἑλλήνων; τὸ δὲ κεκαδησόμεθα ἀντὶ τοῦ φροντιοῦμεν, ἀπὸ τοῦ κήδεσθαι.

353. *κεκαδησόμεθ᾿] φροντιοῦμεν· ἐκ γὰρ τοῦ κήδω γίνεται.

355. ἀνδρὸς ἑνὸς ῥιπῇ] τεχνικῶς οὐ κατὰ Διὸς αὐτὴν ὀτρύνει, μή πως αἰδεσθῇ τῷ πατρὶ ἐναντιοῦσθαι· ἡ δὲ συνίησι τὸ σιωπηθὲν, καί φησιν “ἀλλὰ πατὴρ οὑμός.” ἐμφαντικὴ δὲ ἡ μεταφορά· τὸ γὰρ ῥιπῇ ἐπὶ ἀνέμου καὶ πυρὸς τάττεται, ἄμφω δὲ ἔχει ἐπὶ Ἕκτορος· “ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ” (Il. 11, 297) καὶ “μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ” (Il. 15, 605).

358. καὶ λίην οὗτός γε] καὶ μὴν περὶ τούτου μὲν οὐδέν μοι μέλει, φησίν· ἀπολεῖται γὰρ ὅσον οὐδέπω· ὁ δὲ πατήρ ἐστιν ὁ ἐμὸς αἴτιος.

360. μαίνεται] ἐνθουσιᾷ, ὡς τὸ “μαίνετο δʼ ὡς ὅτʼ Ἄρης” (Il. 15, 605). τὸ φιλότιμον δὲ τῆς κακώσεως δηλοῖ.

362. οὐδέ τι τῶν μέμνηται] πρὸς μὲν τὸν Δία εὐπρεπὴς ἡ εἰς τὸν Ἡροκλέα τῆς εὐεργεσίας ἀνάμνησις, πρὸς δὲ τὴν Ἥραν οὐκέτι· αὕτη γὰρ ἠναντίωτο αὐτῇ σωζούσῃ τὸν Ἡρακλέα. ἢ ἐκεῖνο ῥητέον, ὅτι ἀνθρώπινόν τι ἔχει ἡ εἰκών· πολλὴν γὰρ σπουδὴν εἴς τινας εἰσε- νεγκάμενοι καὶ διʼ αὐτῶν τοῖς ἀναγκαίοις εἰς ἀπέχθειαν ἐλθόντες, ἀχαρίστων ὄντων τῶν εὖ πεπονθότων, εἰώθαμεν σχετλιάζοντες εἰσφέ- ρειν πρὸς σὓς ἀπηχθήμεθα τὴν τῶν εὐεργετηθέντων ἀχαριστίαν μεμ- φόμενοι ἑαυτοῖς ἐπὶ τῇ ἀβούλῳ κρίσει.

[*](2. * Ἄρίσταρχος] Ζηνόδοτος Vill. 11. * τειρομένων] τῶν Ἀργείων 29. *αὕτη] αὐτὴ)
364

364. ἤτοι ὁ μέν] τὸ εὐσεβὲς Ἡρακλέους δηλοῖ καὶ τὴν ἑαυτῆς αὔξει ἐπικουρίαν.

368. κύνα στυγεροῦ Ἀΐδαο] ἀπὸ τοῦ μείζονος ἄθλου πάντας δηλοῖ. οἶδε δὲ τὸν κύνα καὶ τὴν φύσιν αὐτοῦ. Πίνδαρος μὲν οὖν ἑκατὸν, Ἡσίοδος δὲ πεντήκοντα κεφαλὰς αὐτὸν ἔχειν φησίν.

** τὸν Κέρβερον. τελεσθέντων τῶν Ἡρακλέους ἄθλων ἐν μηνὶ καὶ ἔτεσιν ὀκτὼ, μὴ προσδεχόμενος Εὐρυσθεὺς τόν τε τῶν Αὐγέου βο- σκημάτων ἆθλον καὶ τὸν τῆς Ὕδρας, ἑνδέκατον ἐπέταξεν ἆθλον αὐτῷ, τὸν Κέρβερον ἐξ Ἄιδου κομίζειν.