Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

239. ἔρρων] φθορὰν ὀδυνώμενος, ἀλλʼ οὐ πλοῦν ὀνομάζει τὴν ὁδόν. παιδεύει δὲ ἡμᾶς καὶ ἐπὶ ξένης ὄντας θεῷ προσανέχειν ἀεὶ, ἀφ᾿ οὗ πᾶν τὸ διδόμενον.

242. ἀλλὰ, Ζεῦ] Ἕλλην ὢν καὶ ἀγαθὰ φρονῶν τῆς εἰς θεοὺς ἐλπίδος οὐδέποτε ἀφίσταται. παιδευτικοὶ δὲ οἱ λόγοι.

243. αὐτοὺς δή περ] ἐλεεινὸν ἡ παρʼ ἐλπίδας ἀτυχία. πάλαι γὰρ περὶ νίκης εὐχόμενοι νῦν περὶ τῆς σφῶν αἰτοῦσι σωτηρίας.

245. ὀλοφύρατο δακρυχέοντα] ἐν ἄλλῳ ὀλοφύρετο. καὶ ὅτι ἐδάκρυεν Ἀγαμέμνων νῦν ἐσήμανεν.

247. οἱ μέν φασι τικτομένου τοῦ Διὸς τεχθῆναι καὶ τὸν ἀετόν· σἱ δὲ ὅτι ἐν τῇ γιγαντομαχίᾳ αἴσιος τῷ Διὶ ἐγένετο. εἴρηται δὲ ἀετὸς παρὰ τὸ ἀεὶ ἐτεὸν αὐτὸν εἶναι, ὅ ἐστιν ἀληθῆ. τελειότατον δὲ ἤτοι τὸν τελεστικώτατον, ἢ τὸν μέγαν. ὁ νεβρὸς δὲ τοὺς κατεπτηχότας Ἕλληνας δηλοῖ, ὁ κοινὸς βωμὸς τὴν κοινὴν ἅπασιν ἀπὸ τοῦ Διὸς σωτηρίαν· ἄδειαν γὰρ τοῖς καταφεύγουσιν ὁ βωμὸς πορίζεται. ὅτι δὲ κοινὸς, καὶ τὸ πανομφαίῳ δηλοῖ, οἷον ἀπὸ πάσης φωνῆς καὶ γλώττης τετιμη- μένῳ.

248. νεβρὸν] νεβρὸς ὁ νεωστὶ βορὰν δεχόμενος, ἢ πρὸς αὐτὴν ἐπιτήδειος.

250. πανομφαίῳ] τινὲς τῷ ὑπὸ πάντων φωνουμέν??, παρόσον αὐτός ἐστι κατά τινα λόγον ὁ ἀήρ· ὅθεν καὶ ὁ λόγος. ὀμφὴ δὲ ἡ φωνὴ, διὰ τὸ τὸ ὂν φαίνειν. καλῶς δὲ τοῦ τείχους ἐντὸς τὸ σημεῖον ἐγένετο· εἰ γὰρ εἶδον αὐτὸ οἱ Τρῶες, πλέον ἂν ἐθάρρησαν.

*τοῦτο γὰρ δηλοῦσθαι παρʼ Ἀράτῳ (2) ἐν τῷ “μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαὶ, πᾶσαι δʼ ἀνθρώπων ἀγοραί·” Ὅμηρον δὲ μήποτʼ ἐπὶ ψιλῆς φωνῆς ἀνθρωπίνου τὴν ὄτταν θεῖναι ἢ τὴν ὀμφὴν, ἀλλ᾿ ἀεὶ ἐπὶ τῆς θείας κληδόνος.

251. ὅτʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις] ἐπὶ γὰρ τοῖς Ἀγαμέμνονος γέγονε λόγοις· διὸ καὶ φανερὸν τοῖς Ἕλλησιν ἦν ὡς πάντως ἠλέηται ὑπὸ Διός.

252. μᾶλλον ἐπὶ Τρώεσσι θόρον] ὅτι καὶ πρώην ἦσαν πρόθυμοι ἐκ τῶν Ἀγαμέμνονος παρορμήσεων· μᾶλλον δὲ νῦν ἐθάρρησαν τοῦ σημείου φανέντος αὐτοῖς.

254. Τυδείδαο] τελευταῖος γὰρ ὑποχωρῶν πρῶτός ἐστιν εἰς ὑποστροφήν· ἄλλως τε καὶ παρώξυνται ὑφʼ Ἕκτορος. δείκνυσι δὲ

359
ὅτι οὐκ ἄλλῳ ἢ τοῖς κεραυνοῖς εἶκεν. Ὀδυσσεὺς δὲ πολέμιον ὁρῶν τὸν Δία ταῖς αἰφνιδίοις οὐ πιστεύει μεταβολαῖς ὡς ἀδήλοις.

257. ὁ μὲν] ὅτι Τρώες εὐθέως ἐτράπησαν· ἐν δὲ τῇ τηλικαύτῃ Ἑλλήνων τροπῇ οὐδεὶς οὐδαμοῦ πλήττεται.

261. τὸν δὲ μετʼ Ἀτρεῖδαι] τὴν μὲν φυγὴν τῶν Ἑλλήνων ἀπαγ- γέλλων οὐ πολλῶν δεῖται τῶν ὀνομάτων, νῦν δὲ εἰς τὴν μάχην ἐπιστρέ- φων αὐτοὺς τῶν πλείστων μέμνηται.

266. Τεῦκρος δʼ εἴνατος] διῄρηκεν ὡς μέλλων περὶ αὐτοῦ λέγειν. ἔνδον δέ ἐστιν Ὀδυσσεὺς τὸν λαὸν διεγείρων. ἀλλʼ οὐδὲ Θόαντος μέμνηται, καὶ οὐ πάντως ἐστὶ δειλός.

268. ὑπεξέφερεν] ἀντὶ τοῦ ἔμπροσθεν αὐτοῦ ἔφερε. τοῦτο δὲ καὶ τὴν φιλαδελφίαν τῶν Τελαμωνίων ἐδήλωσε, καὶ τὸ μέγεθος φανεροῖ τῆς ἀσπίδος τῆς περιλαμβανούσης αὐτούς.

269. βραχεῖα διαστολὴ εἰς τὸ παπτήνας· ἡδὺς δὲ ὁ λόγος, καὶ τὸ σχῆμα ὅμοιον.

274. Ὀρσίλοχον μὲν] φιλέλλην ὢν τοὺς μὲν ἐξ αὐτῶν ἐν τῇ πρώην ἥττῃ τελευτήσαντας οὐ καταλέγει νεκροὺς, τοὺς δὲ τῶν Τρώων ἀεὶ ἀριθμεῖ καὶ νῦν.

279. φάλαγγας] τὸ πλῆθος τῶν ἀναιρουμένων διὰ τῆς φάλαγγος ἐδήλωσεν.