Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

94. Μενέλαος] ὡς αἴτιος ὢν τοῦ παντὸς καὶ πλέον ὀδυνώμενος. καὶ ἐν τῇ πρὸς Ἀλέξανδρον δὲ μονομαχίᾳ οὕτως προπετεύεται. διὰ δὲ τοῦ ὀψέ διδάσκει μὴ παραχρῆμα ποιεῖσθαι τὰς ἀποκρίσεις.

97. αἰνόθεν αἰνῶς] ἐκ δεινοῦ δεινὰ, ἢ καὶ τῶν δεινῶν δεινότερα. ἐκ τῶν δεινοτάτων ὑμῶν πράξεων δεινοτέρα καὶ ἡ λώβη γενήσεται.

99. ὕδωρ καὶ γαῖα γένοισθε] τῶν στοιχείων ὕδωρ καὶ γῆ κατὰ φύσιν ἀκίνητα, τὰ δὲ ἄλλα κινητὰ διʼ ἑαυτῶν. ταῦτα οὖν φησὶ τὴν ἀκινησίαν ὀνειδίζων, ἢ ἐξ ὧν συνεστήκασιν, εἰς ταῦτα αὐτοὺς ἀναλυ- θῆναι εὔχεται. καὶ Ξενοφάνης “πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα· ἐκ γῆς γὰρ πάντα καὶ εἰς γῆν τελευτᾷ.”

101. θωρήξομαι] πῶς ἐν πολέμῳ ὢν οὐκ ἦν ὡπλισμένος φαμὲν ὅτι ἀσφαλέστερα ὅπλα ἀναλαβεῖν θέλει, μέλλων εἰσιέναι εἰς μονο- μαχίαν.

102. τὸ ἄνισον οἶδεν, ὡς καὶ Πρίαμος “Ζεὺς μὲν τό γ’ οἶδε” (Il. 3, 308).

104. ἔνθα κέ τοι] εἰς κίνδυνον προαναγαγὼν τὴν ὑπόθεσιν καὶ λύσιν τοῦ παντὸς πιθανῶς ἀνίστησι τὸν ἀδελφόν. φιλοστόργως δὲ πρὸς αὐτὸν ποιεῖται τὸν λόγον ὁ ποιητὴς, καὶ συμπαθῶς προανεφώνησεν αὐτοῦ τὸν κίνδυνον. καὶ τὸ βασιλῆες δὲ χαρίεν καὶ εὐνοϊκὸν, διὰ τὸ προλαβεῖν τοὺς φίλους τὴν σπουδὴν Ἀγαμέμνονος.

107. αὐτός τʼ Ἀτρείδης] διὰ τί τὸν μὲν Ἀλέξανδρον κελεύει μονομαχεῖν Ἕκτωρ, τὸν δὲ Μενέλαον κωλύει κινδυνεύειν Ἀγαμέμνων καὶ οἱ ἄλλοι βασιλεῖς; ὅτι τοῦ μὲν Ἀλεξάνδρου ἀδικοῦντος ἡδέως οἱ Τρῶες εἶχον, τὸν δὲ ὡς ἀδικούμενον ἐλεοῦσιν.

109. ἀφραίνεις] παραφρονεῖς, μωραίνεις, ἀσυνετεῖς· φιλοδόξως γὰρ, οὐ φρονίμως ἐσπούδακεν ἐπὶ τῇ μάχῃ. δεῖ οὖν τὸ κατὰ δύναμιν, οὐ τὸ κατὰ προθυμίαν σκοπεῖν.

[*](1. οὐ καλῶς Bekkerus] οὐκ ἄλλως Recte apud Sextum Empir. 10, 8. * δεινότερα] om. 713 p. 685 ἐκ γαίης γὰρ πάντα καὶ 14. *ἐκγενόμεσθα] om. εἰς γῆν πάντα τελευτᾶ. ἐκ τῆς γὰρ— γῆν τελευτὰ] Sic 24. *προλαβεῖν] λαβεῖν etiam Ven. A. et scholia minora.)
323

111. ἔριδος] τῆς πρὸς Ἀχαιοὺς ἔριδος. ἔστι δὲ τοῦτο τὸ γνῶθι σαυτόν.

112. τεχνικῶς ἥττονα πολύ φησιν Εκτορος, ὅπως μὴ τῶν ἄλλων Ἑλλήνων καταφρονεῖν ὑποπτευθῇ, τὸν μὲν τοῦ κινδύνου ῥυόμενος, τοὺς δὲ κινδυνεύειν προτρεπόμενος.

113. καὶ δʼ Ἀχιλεὺς] τοῦτον παρέλαβεν, οὗ καὶ Μενέλαος οὐκ αἰδεῖται ἥττων εἶναι ὁμολογεῖν, οὐκ ἄλλον τινὰ τῶν ὀλίγῳ τοῦ Μενε- λάου κρειττόνων. ἀναπολεῖ δὲ πανταχοῦ τὸ ὄνομα Ἀχιλλέως ὑπὲρ τοῦ μὴ λήθῃ δοθῆναι.

116. τούτῳ δὲ πρόμον ἄλλον] ἐντέχνως παρνπέμνησεν ὅτι πάντως δεῖ τινὰ αὐτῶν ἀναστῆναι.

122. γηθόσυνοι θεράποντες] τὴν πρὸς αὐτὸν ἀπάντων κηδεμονίαν δηλοῖ.

123. Νέστωρ] πιθανῶς τοῦτον ἐπιπλήσσοντα παρεισάγει, ὃς διὰ τὴν ἡλικίαν οὐκ ἐπισπᾶται τὸ ὅμοιον ἔγκλημα.

124. ὢ πόποι] λειπόμενοι γὰρ οἱ γέροντες δυνάμεως τῷ σχετλιά- ζειν ἐμφαίνουσι τὴν οἰκείαν προθυμίαν. μόνον οὐχὶ δὲ τὴν Ἑλλάδα πᾶσαν αὐτοὺς ἐλεεῖν φησίν. εὖ δὲ καὶ τὸ μὴ λύπην εἰπεῖν ἐν αὐτοῖς, ἀλλὰ πένθος, καὶ μέγα.

125. Πηλεύς] διδάσκει ὅτι τοὺς γέροντας δεῖ καὶ ἀπόντας τιμᾶν, ὡς Πηλεῖ μέλει Ἑλλήνων καὶ μὴ παρόντι· ἀνόητον δέ φασι τὸ μὴ τοὺς γονεῖς αὐτῶν παραλαβεῖν ἀχθομένους, ἀλλὰ τὸν Πηλέα, ὃν ἔδει χαίρειν δυστυχούντων Ἑλλήνων διὰ τὴν Ἀχιλλέως ὕβριν. ἔστι δὲ ἔντεχνον· εἰ γὰρ ὁ τοῦ πολεμίου πατὴρ ἀθυμεῖ, πόσῳ μᾶλλον οἱ ὑμῶν; ἅμα δὲ καὶ ὑπομιμνήσκει Ἀγαμέμνονα Ἀχιλλέως, ὅτι ὁ νῦν προκα- λούμενος πάντας “ὄφρʼ Ἀχιλεὺς μετʼ Ἀχαιοῖσι πολέμιζεν, οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ” (Il. 9, 352)· ἐπα- χθὲς γὰρ ἦν οὕτω σαφῶς ὀνειδίσαι. προμνηστεύει οὖν τὰς λιτὰς, καὶ τοῖς βαρβάροις δὲ ἐμφαίνει ὅτι οὐκ ἔσται ἡ Ἀχιλλέως ὀργὴ πολυχρόνιος, τοῦ Πηλέως οὕτως πρὸς τοὺς Ἕλληνας διακειμένου. ὑποθωπεύει δὲ λεληθότως τὸν Ἀχιλλέα.

126. βουληφόρος] ὁ φέρων εἰς πέρας ἃ βούλεται. συνίστησι δὲ τὸ πρόσωπον, ὅπως ὁ τούτου σχετλιασμὸς δεινὸς γένηται.