Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

23. Ἥφαιστος ἔρυτο] ηὔξηται μὲν Διομήδης ἀντιτασσομένου θεοῦ, πεπαιδεύμεθα δὲ ἡμεῖς εὐσεβεῖν· καὶ γὰρ Ἑλλήνων ὁ θεὸς, ἀλλʼ ὅμως ἀμείβεται τὸν θεράποντα. εὐχάριστος δὲ ὁ Ἥφαιστος καὶ περὶ Θέτιν.

24. μὴ πάγχυ] ἐμφαίνει διὰ τούτου ὅτι παίδων ἑτέρων οὐκ εἶχεν ἐλπίδα Δάρης.

25. ἵππους δʼ ἐξελάσας] ἱππομανὴς ἀεὶ ὁ Διομήδης· Ἀργεῖος γὰρ, τὸ δὲ Ἄργος ἱππόβοτον.

26. κατάγειν] ἐν ταπεινῷ γὰρ τὸ ναύσταθμον, ἡ δὲ πόλις ἠνεμό- εσσα.

28. καὶ μὴν ἀπήλαστο τὸ ἅρμα. ἢ τῷ τόπῳ τῶν ἁρμάτων φησίν. διό τινες ἔλεγον, παῤ ὄχεσφι πᾶσιν ὀρίνθη θυμὸς, ἵνʼ ᾖ οὕτως, τοῖς ἁρματηλάταις ὁ θυμὸς ὠρίνθη προσδοκῶσι τὸ δεινὸν καὶ ἐφʼ ἑαυτοὺς ἥξειν. τὰ δὲ ἐπείγοντα πρῶτον εἰπὼν ἐπιφέρει καὶ τῶν Τρώων τὸ πάθος.

31. Ἆρες Ἄρες] ἐπαναλήψεως ὁ τρόπος. ὁ δὲ Ἰξίων τὸ δεύτερον ὀξύνει· οὐδέποτε γὰρ κλητικὴ παρὰ τῷ ποιητῇ ἀναδιπλασιάζεται. ἔστι δὲ ἀντὶ τοῦ βλαπτικέ. ἡ παράδοσις δὲ οὐχ οὕτως ἔχει.

32. οὐκ ἂν δὴ] ἀγωγὸν τὸ ἐρωτηματικὸν, τὸ δὲ προστατικὸν καὶ [*](2. *ἐπέστησε] ἐπέσπεισε 5. * ἀγχόμενος] ἀγόμενος)

232
λυπηρόν. μάρνασθαι δὲ, ὅτι πυρώδης ὢν ὁ πόλεμος μαραίνει τοὺς πολλούς.

37. Τρῶας δʼ ἔκλιναν Δαναοί] εἰκότως ἐπὶ τῇ Ἄρεως ἀπουσίᾳ καὶ τῇ ταραχῇ ᾗ παρέσχον οἱ Δάρητος παῖδες τοῦτο γίνεται.

38. πρῶτος δὲ ἄναξ] ἄτοπον γὰρ εἶναι ἀργὸν καὶ τοῖς ἄλλοις ἐγκαλοῦντα.

39. Ἁλιζώνων] τῶν Παφλαγόνων, διὰ τὸ ὑπεζῶσθαι τῇ ἁλί. καὶ ἐπὶ μὲν τῶν Δαρητιδῶν προετύπωσε τὴν μάχην, νῦν δὲ καὶ τὸ λεληθότως ἐπεῖπε· πρώτῳ γάρ φησι στρεφθέντι.

Ὀδίον] τὸ κύριον παροξύνεται, τὸ δὲ προσηγορικὸν προπαροξύ- νεται.

40. μεταφρένῳ] μεθʼ ὅ εἰσιν αἱ φρένες. οὐδένα δὲ τῶν Ἀχαιῶν οὕτω φονεύει, εἰ μὴ τὸν ἔκδοτον ὑπὸ θεῶν Πάτροκλον.

43. Ἰδομενεύς παρὰ τὴν Ἴδην. δεύτερος δὲ Ἀγαμέμνονος ἀριστεύει ὡς ὑποσχόμενος αὐτῷ. εἶτα Μενέλαος· οὐ γὰρ συνεχώρει τὸ τραῦμα συνανδραγαθεῖν τῷ ἀδελφῷ.

44. Τάρνη ἐστὶν ἡ νῦν καλουμένη Σάρδις.