Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

77. ἐὰν δηλοῖ τὸ ἄποθεν, βαρύνεται ἡ ἀπό· εἰ δὲ ἀναστρέφεται πρὸς τὸ ῥῆμα, ὃ καὶ βέλτιον, οὐ βαρύνεται.

79. κὰδ δʼ θορ᾿] τὸ ἐνεργὲς καὶ σφοδρὸν τῆς θεοῦ ἡ πρόθεσις δηλοῖ. τὸ θάμ βος δὲ οὐδετέρως παρʼ Ὁμήρῳ, παρὰ δὲ Σιμωνίδῃ ἀρσενικῶς.

82. ἦ ῥʼ αὖτις πόλεμος] πόλεμον μὲν ἐκ τοῦ πυρὸς τοῦ ἀστέρος ὑφορῶσιν, διὰ δὲ τὲ τὴν σβέσιν διστάζουσιν.

83. τελείαν εἰς τὸ ἔσσεται φησὶ Νικάνωρ, εἰ καὶ ἀπαντᾷ ἡ ὑπόκρισις.

[*](5. *ὅτι] om. 9. οὐχὶ] *οὐχὶ δὲ 7. *ὡς] om. In aliis καὶ Ἀρι- 22. *λύονται] κωλύονται στοτέλης δἐ, omisso ὡς. 32. *ἀπαντᾷ,] ἀπατᾷ )
200

84. ὅστʼ ἀνθρώπων ταμίης πολέμοιο] καλῶς τοῦτο τῇ φιλότητι ἐπήγαγεν. ταμιεύει δὲ τὸ ἐναποκλείει.

86. ἀνδρὶ ἰκέλη] ἐνέπεσε μὲν τῷ πλήθει τῶν Τρώων ὡς ἀστὴρ, ἀνδρὶ δὲ εἰκασθεῖσα Πάνδαρον ζητεῖ.

87. Λαοδόκῳ Ἀντηνορίδῃ] καλῶς τούτῳ εἰκάσθη. παρέβη γὰρ καὶ ἕτερον νόμον οὗτος πρὸ τοῦ νῦν· βούλεται δὲ παραβῆναι καὶ τοῦ- τον τὸν νόμον ἤτοι τῶν σπονδῶν· εἰ γὰρ ἕτερος ἦν ὁ συμβουλεύων, ἔφη ἂν ὁ Πάνδαρος διὰ τί μὴ καὶ σὺ παραβήσῃ τοὺς ὅρκους εἰκό- τως δὲ ὁ τοῦ φιλοξένου ἀνδρὸς παῖς Λαοδόκος καίτοι μὴ ὢν καλεῖται. ἀλλὰ καὶ κρατερὸς αἰχμητής, ἤτοι εἰς τὸ αἰχμάζειν ἰσχυρός.

88. διζημένη] εἰκότως εἰκασθεῖσα ἀνδρὶ καὶ τὰ ἀνδρῶν ποιεῖ. ἀντίθεον δὲ τὸν ἴσον Ἀπόλλωνι ἐν τοξείᾳ· τοὺς γὰρ ὑπερέχοντας ἔν τινι οὕτως φησίν. αἰσχροκερδὴς δὲ οὗτος, καὶ τοὺς ἵππους οἴκοι καταλιπὼν φειδοῖ τροφῆς. ἀμύμονα δὲ αὐτὸν λέγει (89) τῷ σώ- ματι ἢ τῇ τέχνῃ ἢ τῷ γένει· οὐ γὰρ τοιοῦτος τοῖς τρόποις ἦν. ὡς μικρολόγον τοίνυν καὶ πεισόμενον ὑποσχέσει δώρων αὐτὸν ζητεῖ.

*Πορφυρίου. διὰ τί ἡ Ἀθηνᾶ εἰς σύγχυσιν τῶν ὅρκων οὐ τῶν Τρώων τινὰ ἐπελέξατο, ἀλλὰ τῶν ἐπικούρων; καίτοι κεχαρισμένος ἄν τις ἐγένετο Ἀλεξάνδρῳ μᾶλλον, εἰ τῶν οἰκείων ἦν. καὶ διὰ τί τῶν ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο: φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι τῶν μὲν Τρώων οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν, ὡς ὁ ποιητής φησιν “ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ (Il. 3, 454)ʼ τῶν δὲ ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον (σημεῖον δὲ ἡ τῷ οἴκῳ αὐτοῦ τῶν ἵππων κατάλειψις, ἵνα μὴ δαπανᾶ Il. 5, 202), καὶ ὅτι φύσει ἐπίορκος ἦν· τὸ γοῦν ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι, ὅθεν ἐκεῖνος ἦν, ἐπίορκον. ἄλλοι δὲ οὕτως λύουσιν, ὅτι ἀρίστου ἦν χρεία τοῦ δυναμένου καταστοχάσασθαι καὶ τρῶσαι τὴν χεῖραʼ οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει τις ἢ Ἀλέξανδρος μόνος καὶ Πάν- δαρος εὐφυὴς οὕτως, ὡς καὶ ἐπιφωνῆσαι τὸν ποιητὴν “Πάνδαρος, καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν” (Il. 2, 827), ὃ σημαίνει τὴν τοξικήν. καὶ ὡς ἄριστον οὖν αὐτὸν ἐπελέξατο τοξότην.

90. ἀμφὶ δέ μιν] προοικονομεῖ τὴν ἀπὸ τῶν ὅπλων σκέπην. οὐκ ἄτοπον δὲ τοξότην μὲν εἶναι τὸν ἡγούμενον, ὁπλίτας δὲ τοὺς ὑπηκόους. Λοκροὶ γὰρ, περὶ ὧν φησὶ “καὶ ἐϋστρόφῳ οἰὸς ἀώτῳ πεποιθότες- [*](17. *Πορφυρίου] om. 27. *χρεία] om. 28. τις] om.)

201
Ἴλιον εἰσανέβαινον” (Il. 13, 716), τοξόται μέν εἰσιν, ὁπλίτην δὲ ἔχουσι τὸν ἄρχοντα· ὁ γὰρ Αἴας ἔγχει ἐκέκαστο παρὰ πάντας Ἕλληνας.

91. οἵ] πρὸς τὸ λαῶν ἀπέδωκεν, ὡς τὸ “γενεαὶ ἀνθρώπων, οἵ οἱ πρόσθεν ἅμα τράφεν” (Il. 1, 251).

93. ἦ ῥά νύ μοί τι πίθοιο] οἰκεία ἡ παραίνεσις ὁμοτίμῳ ἀνδρί, εὐσχήμονα πρᾶξιν ὑποτιθεμένῳ. ἕτοιμον δὲ πρὸς πειθὼ τό τε μὴ κελεύειν καὶ τὸ ἐκ πατέρων ὀνομάζειν.

94. ἐπιπροέμεν] Ἀρίσταρχος μὲν βαρύνει τὴν ἐπί, Μενεκράτης δὲ ὑφʼ ἓν ἀναγινώσκει.

95. χάριν καὶ κῦδος] χάριν μὲν ὡς τῆς μάχης παύσας αὐτοὺς, κῦδος δὲ ὡς τὸν βασιλέα τῶν πολεμίων ἀνελών. βεβαιωτικῶς δὲ ἀναγνωστέον· ὅμοιον γάρ ἐστι τῷ “ἦ γάρ κέ σφι μάλα μέγα κῦδος ἄροιο” (Il. 9, 303). πιστὸς δὲ ὁ λόγος παρʼ ἀνδρὸς λεγόμενος ἐπιφανοῦς.

96. μάλιστʼ Ἀλεξάνδρῳ] προσαγωγικῶς, εἴ γε αὐτῷ Ἀλεξάνδρῳ τοῦτο ποιῶν χαρίεις εὑρίσκεται. ἀγχίνους δὲ φαίνεται τῷ ποιεῖν τοὺς ἐπαίνους τῷ καιρῷ οἰκείους.

97. πάμπρωτα παῤ ἀγλαά] πρῶτα μὲν ὡς καὶ ἄλλων δωσόντων, ἀγλαὰ δὲ ὡς παρὰ βασιλέως. ἀπείργει δὲ ἡμᾶς δωροδοκίας διὰ Πανδάρου καὶ Ἀντιμάχου. τινὲς δὲ ἀναστρέφουσι τὴν παρά, κακῶς· οὐδέποτε γὰρ ἀναστρέφεται πρόθεσις γενικῇ συντασσομένη πτώσει.

99. σῷ βέλεϊ δμηθέντα] ἑλκυστικῶς τοῦτό φησιν, ὡς πάντως αὐτοῦ ἅμα τῷ βληθῆναι τεθνήξοντος.

*οἱ ἀρχαῖοι τὰ σώματα οὐκ ἔθαπτον ὑπὸ τὴν γῆν, εἰ μὴ πρότερον ἔκαυσαν· εἶθʼ οὕτω τὴν τέφραν σὺν τοῖς ὀστέοις ἐχώννυον.

100. πῶς μὴ Ἀγαμέμνονα τοξεύει ἀκαθόπλιστον ὄντα, ἤ τινα τῶν ἀρίστων ἄλλον, ἀλλὰ τὸν ἐντεθωρακισμένον Μενέλαον; δῆλον οὖν ὡς ἀποτριβόμενος τὴν κατηγορίαν τῆς ἐπιορκίας, ἵνα δοκῇ μᾶλλον Ἀλέ- ξανδρος εἶναι ὁ ἐκ λόγου Μενέλαον τοξεύσας, ἀλλὰ μὴ Πάνδαρος.

101. Λυκηγενέι] ἀψευδέστατον γάρ ἐστιν Ἀπόλλωνος ἱερὸν ἐν Λυκίᾳ. πληροῖ δὲ αὐτὸν φρονήματος μείζονος, πολίτην αὐτοῦ τὸν θεὸν ὑποτιθέμενος εἶναι.

*φασὶν ὅτι λαθεῖν σπουδάζουσα ἡ Λητὼ τὴν τῆς Ἥρας ζηλοτυ- [*](23. ἑλκυστικῶς] *ἐφελκυστικῶς 25. *ὑπὸ] ἐπὶ)

202
πίαν εἰς Λυκίαν ἀπιοῦσα ἐγέννησεν ἐκεῖ τὸν Ἀπόλλωνα, τὸν περὶ τὴν τοξικὴν ἔνδοξον. τεσσάρων γὰρ τεχνῶν ἔφορός ἐστιν ὁ Ἀπόλλων, το- ξικῆς ἰατρικῆς μουσικῆς καὶ μαντικῆς.

*Λυκηγενῆ αὐτὸν προσηγόρευσεν οὐχ ὡς ἐν Λυκίᾳ γεγεννημένον· ἔξω γάρ ἐστι τῆς Ὁμηρικῆς ἀναγνώσεως ὁ νεώτερος οὗτος μῦθος· ἀλλʼ ὥσπερ, οἶμαι, τὴν ἡμέραν ἠριγένειαν ὀνομάζει τὴν τὸ ἦρος γεν- νῶσαν, τουτέστι τὸν ὄρθρον, οὕτω λυκηγενῆ τὸν ἥλιον προσηγόρευσεν, ἐπειδὴ τοῦ κατὰ τὴν ὄρθριον ὥραν λυκαυγοῦς αὐτός ἐστιν αἴτιος. ἢ ὅτι τὸν λυκάβαντα γεννᾷ, τουτέστι τὸν ἐνιαυτόν· ὅρος γὰρ ἐτησίου χρόνου διαδραμὼν ἥλιος ἐν μέρει τὰ ιβ΄ ζώδια.

102. πρωτογόνων] νέων, ἐπειδὴ καὶ τὸ θεῖον ἀεὶ νεάζει. ἢ πρω- τευόντων ἐν γονῇ. ἢ ἠριτόκων· πρῶτον γὰρ πάσης ὥρας τὸ ἔαρ. πῶς δὲ ὁ Χρύσης (Il. 1, 41) ταύρων καὶ αἰγῶν θυσίαν ὑπισχνεῖται; ἐροῦ- μεν ὅτι τὰ ἀπόρρητα τοῦ θεοῦ σαφῶς εἰδὼς καὶ τὰ φίλα θύει· θυσίαις γὰρ αἰγῶν καὶ ταύρων ἥδεται. ὕλη γὰρ αὐτὰ τοῖς τόξοις κερασφόρα ὄντα. Πάνδαρος δὲ ὑπὸ Ἀθηνᾶς πειθόμενος τοξεῦσαι οὐκ αἶγας οὐδὲ ταύρους ὑπισχνεῖται, ἀλλʼ ἐρίφων πρωτογόνων θυσίαν. ἀποτυχεῖν γὰρ αὐτὸν ἡ Ἀθηνᾶ τῆς καιρίας πληγῆς ἐβούλετο.

103. ἱερῆς εἰς ἄστυ Ζελείης] τοῦτο πρὸς τὸ ἐπᾶραι Πάνδαρον· ἢ ἐπεὶ χρηστήριόν ἐστιν ἐκεῖ τοῦ θεοῦ.