Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

465. ὑπʼ ἐκ] ἡ ὑπό τὸν ὑποκύψαντα δηλοῖ, ἡ δὲ ἔξ τὴν ἔξω τοῦ κειμένου φοράν.

466. μίνυνθα δέ] δικαίως κολάζεται ὡς αἰσχροκερδὴς, δέον γὰρ τῶν ζωῶν ἅπτεσθαι.

468. πλευρὰ τά οἱ—ἐξεφαάνθη] οἱ ἑταῖροι, φησὶ, τὰ πλευρὰ ἐθεάσαντο. καίριος δὲ ἡ πληγὴ κατὰ καρδίας ἢ πνεύμονος ἐνεχθεῖσα. τὸ δὲ παῤ ἀσπίδος ἀντὶ τοῦ παρενεχθέντος τοῦ ὅπλου. διδάσκει δὲ μηδὲν ἀσκόπως ποιεῖν.

470. ἔργον ἐτύχθη] ἀνανεοῦται τὴν στάσιν, καὶ πλείους δίδωσι τὰς τῶν ἀριστέων πτώσεις, καὶ τὸν πόλεμον ἐπιφανέστερον ποιεῖ. ἱκανὴν δὲ πίστιν ἐπάγει τοῖς λόγοις ὡς αὐτόπτης ὤν.

471. Τρώων καὶ Ἀχαιῶν] ἤλλακται ἡ φράσις· πρῶτοι γὰρ ὥρμησαν Ἕλληνες διὰ τὸν ἐξ αὐτῶν πεσόντα Ἐλεφήνορα.

473. Ἀνθεμίωνος υἱόν] πολλὴν πίστιν ἐπιφέρει τῷ λόγῳ ὡς αὐτόπτης ὢν, οὐ ψιλὸν τοῦ τετρωμένου τὸ ὄνομα θεὶς, ἀλλὰ καὶ τὴν αἰτίαν διʼ ἣν ἐκαλεῖτο Σιμοείσιος, καὶ τοῦ πατρὸς τὸ ὄνομα καὶ τὸ χωρίον ἐν ἐτέχθη, καὶ ἐπὶ τί πορευομένη ἡ μήτηρ ἔτεκεν αὐτὸν, καὶ τὴν ἡλικίαν ἣν ἔχων ἀπέθανεν, ὅτι ἠΐθεος ἦν.

476. μῆλα ὁ ποιητὴς τὰ πρόβατα καὶ τὰς αἶγας, Ἡρόδοτος δὲ τὰ τετράποδα πάντα.

477. οὐδὲ τοκεῦσι] διδάσκει μὴ καραδοκεῖν τὴν ἀπὸ τῶν παίδων γηροκομίαν τοὺς τοκεῖς διὰ τὸ ἄδηλον.

480. πρῶτον] ἐν τοῖς προμάχοις δηλονότι πρῶτον.

482. ὁ δʼ ἐν κονίῃσι] καίριος ὁ τόπος· διελθὸν γὰρ τὸν πνεύμονα περὶ τὸν ὦμον ἀνέσχεν.

αἴγειρος ὥς] ποιητικὴ ἡ ἀναστροφὴ, οὐ μετρική.

483. μέχρι τούτου τὰ τῆς ὁμοιώσεως· τὰ δὲ λοιπὰ ἐναβρυνό- μενός φησι καὶ διώκων τὴν ἡδονήν.

484. ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασιν] τὰ γὰρ ἄοζα ἕτοιμα πρὸς κάμψιν. παρυδατίῳ δὲ φυτῷ εἴκασε τὸν παρὰ ποταμὸν γεγενημένον.

487. παράκειται τῷ ποταμῷ διὰ τὸ ὑπʼ αὐτοῦ ἐαγῆναι, ὡς τὸ [*](10. ἀσκόπως] ἀπερισκέπτως ut p. 21. * δὲ] om. 216, 8. 31. *ἄοζα] ὄζα 19. *ἐνὶ τί] ἑτεὶ 31. *ἄοζα] ὅζα)

226
“πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας εἰσφέρεται” (Il. 11, 494). τίς δὲ παραπλέων ποταμὸν οὐχ ὑπομνησθήσεται τοῦ ἔπους;