Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

20. μεμυκόσι τοῖς χείλεσιν ἐπεμύχθησαν. ἠθικῶς δὲ καὶ τὸ γυναικεῖον σχῆμα πρὸ τῶν λόγων ἐμφαίνει ὅπως γνώμης ἔχουσιν. καὶ ἤρκει μὲν τοῦτο· ἡ δὲ ὀργὴ καὶ ἐπὶ λόγους αὐτὴν ἄγει.

23. σκυζομένη] ὀργιζομένη· καὶ γὰρ οἱ ὀργιλώτατοι Σκύθαι καλοῦνται.

24. οὐκ ἔχαδε] ἔμφασίς ἐστι τῆς διὰ τοῦ στόματος ὑπεκχεο- μένης ὀργῆς.

25. αἰνότατε] σχετλιαζούσης ὁ λόγος. ὅτε δὲ φιλοφρονεῖται αὐτὸν, φησὶ “Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι” (Il. 5, 421):

26. πῶς ἐθέλεις ἅλιον] εὔλογον αἰτίαν τῆς ἀτιμίας προστίθησι τὸ βουληθῆναι ἀκυρῶσαι τὰ πεπονημένα αὐτῇ.

27. μόνως τὸ ἱδρῶ θ᾿· ἀεὶ γὰρ δισυλλάβως ὁ ποιητὴς τοῦτό [*](5. *τὸ ὄνομα] om. 32. μόνως] διεσταλμένως frustra 19. *φυλὰς] φῦλα Bakkerus. μόνως significat solam περισπαστέον—διαπορητικόν] Ea- veram scripturam esse ἱδρῶ θʼ, non dem fere post 29. περισπαστέον τὸν conjunctim ἱδρῶθ. Sic μόνως sae- δεύτερον ἦ· ἔστι γὰρ διαπορητικός. pius in scholiis. )

196
φησιν. ἐξήλλαξε δὲ τὴν φράσιν εἰπὼν “καμέτην δέ μοι ἵπποι.” ἔδει γὰρ εἰπεῖν, πῶς βούλει ἀκυρῶσαι καὶ τὸν ἐμὸν ἱδρῶτα καὶ τὸν κάματον τῶν ἵππων;

29. θεοὶ ἄλλοι] ὃ ἕκαστος ἀποδέχεται, καὶ τοῖς ἄλλοις περιτί- θησιν. ἢ οἱ Ἑλληνικοὶ, ὡς τὸ. “πάντες δʼ ᾐτιόωντο” (Il. 11, 78).

παιδεύει δὲ μὴ ἰδίᾳ ψήφῳ τοὺς βασιλεῖς ἀρέσκεσθαι.

30. μέγʼ ὀχθήσας] ἠθικῶς, ὅπως δοκῇ παρὰ τὴν ἰδίαν γνώμην χαρίζεσθαι αὐτῇ τὸ αἴτημα.

31. δαιμονίη] ἠθικῶς ἀντὶ τοῦ μακαρία. τὸ δὲ τί νύ σε ἀντὶ τοῦ πῶς δή, ὡς τὸ “τί νύ σʼ ἔτρεφον αἰνὰ παθοῦσα” (Il. 1, 414).

35. ὠμὸν βεβρώθοις] ηὔξησε τὸ ὑπερβάλλον τῆς γυναικείας κα- κίας, ὡς ἐν τῷ “τοῦ ἐγὼ μέσον ἧπαρ” (Il. 24, 212). αὔξεται οὖν ὁ λόγος ἐν τῇ καθʼ ἕκαστον ἐξεργασίᾳ.

37. ἔρξον ὅπως ἐθέλεις] ὡς θέλεις πρᾶξον, μή πως ἡ ἀμφιβολία αὕτη ἐμοὶ καὶ σοὶ πόλεμος γένηται. οἱ δὲ στίζουσιν εἰς τὸ νεῖκος καὶ λείπειν φασὶ τὴν διά, καὶ τὸ γένηται ὑποτακτικὸν ἀντὶ τοῦ γένοιτο ἢ γενέσθω. τοῦτο δέ φησιν, ἵνα μηδὲ αὐτὴ ἐναντιωθῇ αὐτῷ ἐν τῇ τῶν Ἑλλήνων ἄτῃ.

40. ὁππότε κεν καὶ ἐγώ] καὶ ταῦτα κερτομικὰ, πρὸς τὸ τὴν χάριν ἐπὶ πλεῖον αὔξειν.

41. ἐγγεγάασιν] ἐνδιατρίβουσιν, οὐ γεγένηνται· πολλοὶ γὰρ ἀλ- λαχοῦ γεννώμενοι ἀλλαχοῦ οἰκοῦσιν.

42. διατρίβειν] μαλάσσειν· ἡ μεταφορὰ ἐκ τοῦ κηροῦ. ἐμφαίνει δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον.

43. πολλὰ γὰρ παρὰ προαίρεσιν τῆς ψυχῆς πράττομεν πρὸς τὸ κεχαρισμένον τῶν πέλας, ὡς εἰ ἔλεγε, κατεδεξάμην μὲν ἐγὼ, τὰ δὲ τῆς προαιρέσεως οὔ πώ μοι κατένευσεν.

*Πορφυρίου. πῶς ὁ Ζεὺς δῶκά σοί φησιν ἑκὼν ἀέκοντί γε θυμῷ; τὸ γὰρ ἑκών τῷ ἄκων ἀντίκειται. Τρύφων μὲν οὖν συναλείψας ἐν τῷ κ συνάπτει τὸ ᾱ πρὸς τὸ ἑκὼν, ἵνʼ ᾖ ἀέκων ἀέκοντί γε θυμῷ. τοιαύτη τις ἡ διάνοια· πολλὰ ποιοῦμεν τῶν πραγμάτων ἢ ἐξ ὅλης τῆς δια- νοίας ἢ μηδὲ βουλόμενοι. διεῖλεν οὖν τὸ ἐγὼ τῷ θυμῷ, καί φησιν ἐγὼ ἀέκων δέδωκα ἀκούσης μου τῆς διανοίας καὶ μὴ θελούσης. εἰ μὲν οὖν ἐγώ σοι δέδωκα ἔφη ἀέκων, ἐναντιολογία ἦν· καὶ εἰ ἑκόντι [*](28. *Πορφυρίου] om. 32. *μηδὲ] μηδὲν)

197
θυμῷ, καὶ οὕτως ἂν ἦν ἐναντιολογία. ἐπεὶ δʼ ἐγὼ μὲν ἑκὼν ἔφη ἀέκοντί γε θυμῷ, οὐκέτʼ ἔστι μάχη διὰ τὸ πολλὰ μὲν ποιεῖν ἡμᾶς, μὴ συντιθεμένης δὲ τῆς διανοίας. πᾶσα γάρ πρᾶξις διὰ τὸ καθʼ ὁρμὴν γίνεσθαι ἑφ᾿ ἡμῖν οὖσα ἑκούσιος ἂν εἴη, οὐ πᾶσα δὲ πρᾶξις καὶ τὸ εὐάρεστον τῆς διανοίας ἔχει. ἔστι δὲ καὶ ἕτερον εἰπεῖν, ὅτι ἑκὼν μὲν δίδωσιν ὡς ἀδελφῇ καὶ γυναικὶ, ἄκων δὲ ὅτι τοὺς φιλτά- τους πρὸς ἀπώλειαν ἐκδίδωσιν. καὶ γὰρ οἱ ἐν θαλάσσῃ πλέοντες ὅταν περιπέσωσι κινδύνῳ, ἐκβάλλουσι τὸν φόρτον εἰς τὴν θάλασσαν ἑκόντες τε καὶ ἄκοντες, ἑκόντες μὲν ἵνα σωθῆναι δυνηθῶσιν, ἄκοντες δὲ ὅτι τὸν φόρτον ἀπόλλουσι δἰ ὃν πλέουσιν.

44. ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι] γῆς καὶ οὐρανοῦ νυκτός τε καὶ ἡμέρας παρείληφε λαμπτῆρας, ἥλιόν τε καὶ ἀστέρας.

46. περὶ κῆρι] περισσῶς τῷ κέαρι.

47. καὶ Πρίαμος] ψεύδεται αὔξων τὴν χάριν· φησὶ γὰρ Ποσει- δῶν “ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων (Il. 20, 306), καὶ μάλα εἰκότως, ἀσεβῆ γενομένην.

49. λοιβῆς τε] καὶ αὐτοῖς γὰρ ἐμέριζον οἱ θύοντες· καλῶς δὲ προαναγινώσκει νόμον ἀσεβείας. ἵνα δὲ μὴ δοκῇ ἐπʼ ὀλίγοις ἀγάλ- λεσθαι, φησὶ “τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.”

51. ἐμοὶ τρεῖς] διὰ τί ὁ μὲν Ζεὺς μίαν, ἡ δὲ Ἥρα τρεῖς ἔχειν φησὶ πόλεις φιλτάτας, καὶ ἡ μὲν Ἑλληνίδας, ὁ δὲ βάρβαρον: ἔδει γὰρ τὰς κρείσσονας τὸν βασιλέα τῶν θεῶν ἔχειν φιλτάτας. ῥητέον δὲ ὅτι εὐπρεπῆ βουλόμενος περιθεῖναι αὐτῇ τὴν αἰτίαν τῆς ὀργῆς ὁ ποιητὴς, καὶ οὐχ ἣν ὁ μῦθος ἀναπλάττει, ὡς ἄρα διὰ τὸ μὴ προτι- μηθῆναι τῆς Ἀφροδίτης ἐπὶ τῇ κρίσει τοῦ κάλλους Τρωσὶν ἐχαλέ- παινεν, ἐπίτηδες ταύτας φησὶν αὐτὴν τὰς πόλεις φιλεῖν, περὶ ἃς τὸ ἀδίκημα τὸ κατὰ τὴν Ἑλένην γέγονεν. σύμψηφα δὲ τούτων κἀκεῖνα, ἐν οἷς αὐτὴν ποιεῖ λαμβάνουσαν τὸν κεστὸν παρὰ τῆς Ἀφροδίτης, ἵνα τῷ Διὶ μᾶλλον οὕτως ἐπέραστος φανείη· οὐ γὰρ ἦν εἰκὸς τὴν δεομένην τῆς βοηθείας τῆς παρʼ αὐτῆς ἐπὶ τῷ ἀρέσαι τῷ ἀνδρὶ ἐνα- γανακτεῖν ἡττηθεῖσαν ἐπὶ τῇ τοῦ κάλλους κρίσει. ὁ δὲ Ζεὺς μίαν λέγων πόλιν φιλεῖν ἐξαίρει τὴν χάριν· οὐχ οὕτω γὰρ ὁ ἀπὸ πολλῶν διδούς τι θαυμάζεται ὡς ὁ ἀπὸ ὀλίγων. ὥστε ἀμφότεροι ῥητορικῶς κατασκευάζουσιν· ἡ μὲν γὰρ πολλὰς ἀντὶ μιᾶς προήσεσθαί φησιν, ὁ δὲ τὴν μίαν, ἣν καὶ μόνην ἔχει, χαριεῖσθαι.

[*](18, * ἐπʼ ὀλίγοις] ἐπὶ λόγοις 30. ἐναγανακτεῖν] *ἀγανακτεῖν )
198