Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

397. στήθεά θʼ ἱμερόεντα] οὐδὲν ἄτοπον γυμνὴν φαίνεσθαι τὴν θεόν· Ἑλένῃ γὰρ ἤθελε γνωρισθῆναι, κρύπτεται δὲ ταῖς Τρωάσιν.

399. δαιμονίη] παρρησιάζεται ἡ Ἑλένη ὡς πρὸς ἀδελφήν.

400. ἦ πή με] τὸν ἦ περισπαστέον, τὸ δὲ πή ὀξυντέον διὰ τὸ μέ ἐγκλιτικόν· οὐ γάρ ἐστι νῦν ἐρωτηματικὸν τὸ πῆ, ἀλλὰ ἀόρι- δὲον.

δίχα τοῦ ι τὸ προτέρω· ἀπὸ τοῦ προσωτέρω γάρ ἐστιν.

402. κομματικὸς ὁ λόγος τῇ δυσχεραινούσῃ διανοίᾳ. θέλει δὲ εἰπεῖν, οὔ τί με λανθάνεις ἐφʼ ᾧ ἦλθες.

411. πορσυνέουσα] εὐτρεπίζουσα, ὡς τὸ “λέχος πόρσυνε καὶ εὐνήν” (Od. 3, 403. 7, 347). τὸ δὲ ἑξῆς οὕτως, οὐκ εἶμι ἐκεῖσε πορσυνέουσα τὸ ἐκείνου λέχος. τὸ δὲ νεμεσσητόν διὰ μέσου. μωμήσονται γάρ με, φησὶν, αἱ Τρωάδες ὡς δευτέρας μάχης οὖσαν αἰτίαν· ἔδει γὰρ αὐτὴν τῷ νικήσαντι ἕπεσθαι.

414. μεθείω] μετωνυμικῶς, ἀντὶ τοῦ ἐαθῆναι ποιήσω καὶ μιση- θῆναι, ὡς καὶ φιληθῆναι ἐποίησα. τὸ ἀνεξίκακον δὲ τῆς θείας ἐδήλωσε φύσεως· “θεὸς γὰρ ἐπὶ σμικροῖσιν οὐ θερμαίνεται, | ἀλλʼ ὡς λέβης τοῦ μείζονος δεῖται πυρός.”

416. καὶ τῶν ἐναντίων γὰρ ἔχουσιν ἐξουσίαν οἱ θεοὶ, ὡς αἱ Mοῦ- σαι ἐπὶ Θαμύριδι.

420. σιγῇ] διδάσκει μὴ θρασείας ποιεῖσθαι πρὸς τοὺς ὑπερέ- χοντας τὰς ἀποκρίσεις.”

422. ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο] ἔδει γὰρ αὐτὰς χωρίζεσθαι ὡς ἀνδρὸς καὶ γυναικὸς τὰ συνήθη πρασσόντων.

423. δῖα γυναικῶν] ἀντὶ τοῦ διοτάτη. καλῶς δὲ τὰ ἐπὶ Διὸς οὐκ ἐπιτείνονται.