Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

702. ἀποθρώσκοντα] ἀφορμῶντα διὰ τὸ πρόθυμον.

703. πόθεόν γε μὲν] καίτοι ἔχοντες τὸν κοσμήσοντα. τῇ δὲ ἐπαναλήψει (709) οἰκτρότερον τὸ πάθος ἐποίησεν.

716. Μηθώνην] ἐξέτεινε τὸ ε εἰς η. Μεθῶναι δὲ τρεῖς, ἡ ἐν Μακεδονίῳ, ἡ ὑπὸ Φιλοκτήτην καὶ ἡ περὶ Τροιζῆνα.

721. ἐν νήσῳ] περὶ Τένεδον ἢ περὶ Ἴμβρον δηχθεὶς ὑπὸ ἐχίδνης εἰς Λῆμνον ἐξετέθη.

723. κακῷ ὕδρου] πρόσκειται τὸ κακῷ, ἵνα τὸ τοῦ ἥρωος καρτε- ρικὸν δηλωθῇ. ὕδρου δὲ τοῦ χερσύδρου· οὗτος γὰρ τῷ σώματι σηπεδόνας παρέχει. λέγουσι δὲ κατέχειν αὐτοῦ τὴν σῆψιν προσραι- νόμενον θαλάσσης ὕδωρ. ἱστορεῖται δὲ ὅτι Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων τὸν βωμὸν τῆς Χρυσῆς καλουμένης Ἀθηνᾶς ἐδήχθη ὑπὸ ὕδρου, καὶ ἀνιαρῷ τραύματι περιπεσὼν κατελείφθη αὐτόθι ὑπὸ τῶν Ἑληνῶν· ᾔδεισαν γὰρ τοὺς Ἡφαίστου ἱερεῖς θεραπεύειν τοὺς ὀφιοδήκτους.

724. μνήσεσθαι] φροντίσαι καὶ μνείαν ποιήσασθαι. καλῶς δὲ προσ- τέθειται· οὐδαμοῦ γὰρ ἔδειξε τῆς ποιήσεως πότε αὐτὸν μετεπέμψαντο. ταχέως δὲ οἱ Ἕλληνες ἔμελλον μνημονεύειν καὶ χρήζειν τοῦ Φιλο- κτήτου, ἐπειδὴ εἵμαρτο χωρὶς τῶν Ἡρακλέους τόξων μὴ ἁλῶναι τὴν Ἴλιον. εἶχε δὲ ταῦτα ὁ Φιλοκτήτης, ἐαθέντα αὐτῷ ὑπὸ Ἡρακλέους, [*](14. *γήμας] om. 15. πρῶτον] *τρότερον 17. *κοσμήσοντα] κοσμήσαντα )

147
καθὸ μηδενὸς θελήσαντος ἄλλου ὑφάψαι ἐν τῇ Οἴτῃ τὴν Ἡρακλέους πυρὰν ἐν τῇ τελευτῇ αὐτοῦ τοῦτο ἐποίησεν ὁ Φιλοκτήτης.

729. *κλωμακόεσσαν] τὴν τραχεῖαν καὶ ὄρη ἔχουσαν.

732. ἰητῆρʼ ἀγαθώ] ἔθος ἦν τοῖς πάλαι βασιλεῦσι μανθάνειν τι τῶν χρησίμων· ὃ καὶ οὗτοι ποιοῦσι καλῶς, ἵνα καὶ τοῖς ἰδίοις καὶ τοῖς ἑτέρων νοσήμασι μάχοιντο.

735. Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα] Ἀστέριον, ὅτι ἐφʼ ὑψηλοῦ ἐστὶ τόπου· διὰ δὲ τὸ διαφανὲς οὕτως κέκληκε. Τιτάνοιο δὲ διὰ τὸ λευκόν· τίτανος γὰρ ἡ κονία καλεῖται.

739. Ὄρθην, Ἠλώνην τε, πόλιν τʼ Ὀλοοσσόνα] Ὄρθην ὡς Σπάρτην Ἠλώνην δὲ ὡς κορώνην. ταύτην Ἡροκλῆς κτίζει ἐπὶ τῷ θανάτῳ Κενταύρων· λευκὴν δὲ ὀξυτόνως· τῆς γὰρ Ὀλοοσσόνος ἐστὶν ἐπίθετον.

743. *τοὺς Κενταύρους λέγει.

744. ἤδη εἰς βαρβάρους ἥκων ἐθνικῶς καὶ οὐκ ἀπὸ πόλεως αὐτοὺς ὀνομάζει.

755. *ὅρκου γὰρ —ἀπορρώξ] ἐκεῖ γὰρ ἀπερρηγμέναι δῖναι τοῦ Στυγὸς ὕδατος, ὅπερ ὅρκος θεῶν νομίζεται. ἁπορρωξ δὲ ὀξυτόνως μὲν ἀπορροή, βαρυτόνως δὲ ἀπόρρηγμα.

756. Μαγνήτων] Μάγνης εἷς τῶν Αἰολιδῶν ὑπὸ τὸ Πήλιον κτίσας πόλιν ἀπὸ τῆς γυναικὸς Μελίβοιαν ἐκάλεσεν, ὕστερον δὲ τὴν πᾶσαν χώραν Μαγνησίαν· εὗ Ἀλέκτωρ, οὗ Τενθρηδὼν, οὗ Πρόθοος.

760. οὗτοι] διὰ τοῦ οὗτοι συνεκεφαλαιώσατο τὸν κατάλογον, τῶν μὲν εἰρημένων μνήμην, τῶν δὲ ῥηθησομένων ἔφεσιν ἐργαζόμενος. ἀφορισμὸν δὲ τοῦτο καλοῦσιν οἱ ῥήτορες.

761. * σύ μοι ἔννεπε Μοῦσα] ἐπὶ μὲν Τρώων οὐκ ἀξιοῖ Μοῦσαν καλεῖν· ἢ ὅτι οὗτοι μὲν ἐφάμιλλοι, Ἕκτωρ δὲ μόνος ἄριστος. παρὰ Μούσης δὲ τὴν ψῆφον ἐξάγει, ὅπως μὴ λυπεῖν ἢ χαρίζεσθαι δοκῇ. Εὐμήλου δὲ ἵππους προκρίνει ὡς Θεσσαλικάς. καὶ εἰ προὔχουσι δὲ αἱ Ἀχιλλέως ὡς ἐκ θεῶν, ἀλλʼ οὖν γε καὶ αὐταὶ Θεσσαλὸν ἡνίοχον ἔχουσιν. σπέρματα δὲ προκαταβάλλει τῇ ἱπποδρομίᾳ καὶ τῇ ἀρι- στείᾳ τούτων τῶν ἵππων.

*καὶ ὁ χρησμός φησιν “ἵππον Θεσσαλικήν.”

763. οἰέτεας] οἰέτης ὡς εὐνέτης γαμέτης· συνεξηκολούθησε γὰρ [*](11. * Σπάρτην] ἄρπην 19. *ἀπόρρηγμα] ἀπόρρυμα 30. *αἱ] om.)

148
αὐτοῖς καὶ τοῦτο. τὸ εὑρετής μόνον σεσημείωται. συντόμως δὲ πᾶσαν ἵππων ἀρετὴν καὶ ὁμοιότητα περιέλαβεν· διαφέρουσι γὰρ ἀλλήλων ἵπποι ἡλικίᾳ, χρόᾳ, μεγέθει, δυνάμει καὶ γένει. τὸ δὲ ὄρτρι- χας ἀντὶ τοῦ ὁμόχροας, οἰέτεας ὁμήλικας, ἐΐσας τοῖς νώτοις ὁμοίας.

σταφύλῃ] τὸ σταφύλῃ· ὡς κοτύλῃ. ἔστι δὲ ἄμφω ἴσας τῷ νώτῳ ὡς σταφύλῃ μετρεῖσθαι, ὅ ἐστι λαοξικῷ διαβήτῃ, ὃς ἅμα πλάτος καὶ ὕψος μετρεῖ· ὁ δὲ διαβήτης μόνον πλάτος.

767. τὸ δόρυ, ἢ τὸν ἐκ σιδήρου καυτῆρα. οἱ δὲ, μὴ φοβουμένας, ὡς λύπην φέρειν τὸ μὴ λυπεῖσθαι. οἱ δὲ, ἀπτοήτως φευγούσας. ἄμεινον δὲ, ὡς ἐπιστάμενοι πεδίοιο. ἐπειδὴ δὲ ἱκανὸν πρός νίκην τὸ ἱππικὸν, καὶ θηλείας ἤγαγον, τοῦτο μὲν ἀφθονίας τοῦ γένους χάριν, ὅπως τε οἱ ἄρσενες ῥυθμίζοιντο μὴ ἐξοιστροῦσθαι—ἔστι γὰρ μάλιστα αἰσθόμενον ἵππος—, διά τε τὸ μὴ χρεμετίζειν ἐν τοῖς λόχοις.

773. * λαοί] οἱ τοῦ Ἀχιλλέως. δίσκος δὲ βαρύς ἐστι λίθος, ὃν ἐρρίπτουν γυμναζόμενοι. τὸν γὰρ σιδηροῦν σολωνα προσαγορεύουσιν.

774. δίσκοισιν τέρποντο] διδάσκει τοὺς εἰωθότας κινεῖσθαι μὴ ἀγυμναστεῖν. Λυκοῦργός τε γυμνοπαιδίας ὥρισεν, ὅπως μέμνοιντο καὶ παρὰ καιρὸν τῶν πόνων.