Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

382. ἄκρως τὸ ἔχοι· οὐ γὰρ ἔφη βάλοι, καίτοι ἐγχωροῦντος τοῦ μέτρου. ἔστιν οὖν ἐπίτασις· ὃν οὐδὲ κατέχειν ἀμφοτέραις ἐδύ- νατό τις, τοῦτον ῥηῖδίως τῇ ἑτέρᾳ ἀφίησιν Αἴας. καὶ τὸ οὐδὲ μάλʼ ἡβῶν πρὸς ἐπίτασιν πλείονα ἔγκειται.

383. ὑψόθεν ἔμβαλʼ ἀείρας] ἤτοι μετεωρίσας τὴν χεῖρα πρὸς τὸ βιαιοτέραν γενέσθαι τὴν τρῶσιν.

385. *κυβιστῇ, ἢ δύτῃ, ἢ δελφῖνι. τὸ δὲ ἀρνευτῆρι παρὰ τοὺς ἄρνας· καὶ γὰρ οὗτοι ἐπὶ κεφαλὴν ἑαυτοὺς ῥίπτουσιν, ὥσπερ ἀέρα εὔδιον κηρύττοντες καὶ γαλήνην.

386. κάππεσʼ] ἤδη γὰρ ἐπιβεβηκότες ἦσαν τῷ τείχει. ὀστέα δὲ ἀπὸ μέρους τὸ ὅλον σῶμα· οὐ γὰρ ἐν τοῖς ἀναισθήτοις ἡ ψυχή.

388. μάλα ὤνησαν πολλοὶ ἐλθόντες βοηθοὶ Αἴας καὶ Τεῦκρος· ὅθεν καὶ τὰ ἄκρα τῆς Σαρπηδόνος στρατιᾶς παρείλοντο.

389. ἀρίστου γὰρ τοξότου τὸ ἐσκεμμένως βάλλειν καὶ τὰ καίρια τηρεῖν.

390. ἂψ δʼ ἀπὸ τείχεος ἆλτο] προσηρεικὼς τῷ τείχει ὁ Γλαῦκος πάλιν ἀναχωρεῖ, ἵνα μὴ τοῖς ἑτέροις Τρωσὶν αἴτιος γένηται δειλίας, καυχήσεως δὲ τοῖς Ἀχαιοῖς.

392. Σαρπήδοντι δʼ ἄχος γένετο] ἐδηλώθη ἡ διάθεσις τοῦ φίλου· διὰ γὰρ τὴν περίστασιν οὐκ ἐξάγειν, οὐ παραμυθεῖσθαι ἐδύνατο.

393. αὐτίκʼ ἐπεί τʼ ἐνόησεν] τὸ ἑξῆς, ἐπεὶ αὐτίκα ἐνόησεν· παρ- έλκει γὰρ ὁ τέ.

[*](15. *οὐδὲ μάλʼ] μάλα δὲ 21. εὔδιον] εὔδειον)
509

395. ἐκ δʼ ἔσπασεν ἔγχος] δῆλον ὅτι πλησίον ὢν καὶ τρῶσαι ἐκ χειρὸς δυνάμενος· ἤδη γὰρ ἐπέβη τῷ τείχει.

397. ἔπαλξιν ἑλών] καθέλκει τὴν ἔπαλξιν πρὸς τὸ εἰσπηδῆσαι· σαθρὰ δὲ οὖσα κατηνέχθη. τινὲς δέ φασι κάτωθεν λαβεῖν τὴν ἔπαλξιν· ἔστι γὰρ ταπεινὸν τὸ τεῖχος.

402. ἀλλὰ Ζεύς] ἄκρως κἀνταῦθα τῇ προσθήκῃ τὴν ἀποτυχίαν τοῦ Τεύκρου ἰάσατο. καὶ τοῖς βάλλουσι γὰρ χαρίζεται, καὶ Πατρό- κλῳ σώζει αὐτόν.

405. μεμαῶτα] μετὰ προθυμίας ἐφαλλόμενον.

406. χώρησεν] κατὰ τὴν ἀνάβασιν δηλονότι τὴν εἰς τὸ τεῖχος ἐκωλύθη.

413. ὑποδδείσαντες] ἐπὶ δὲ τῶν Ἕλλήνων ἅμα τῷ δέει καὶ αἰδῶ παρα- λαμβάνει· οὐ γὰρ ὡς τυράννοις ἐξ ἐπιταγῆς ὑπακούουσιν οἱ Ἕλληνες.

416. δέ σφισι φαίνετο ἔργον] ἀνεφαίνετο αὐτοῖς μέγα ἔργον, οἷον ἡ μάχη μείζων καὶ δεινοτέρα καθίστατο.

417. οὔτε γάρ] ἀντίθεσις τὸ σχῆμα· ἀκριβῶς γὰρ ἴσα πρὸς ἴσα ἀντιτίθησιν.

421. ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον] περὶ ὅρων ἁμιλλῶνται· οὐδὲν γὰρ τούτου ἰσορροπώτερον.

422. μέτρ’] μέτρα τοὺς γεωμετρικοὺς καλάμους. ἐπιξύνῳ δὲ κοινοὺς ὅρους ἐχούσῃ.

426. λαισήϊα] τὰ καὶ τῇ λαιᾷ δυνάμενα πάλλεσθαι ἀσπίδια.