Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

5. πρὸς τὸ διαπύρως καὶ ὀξέως καὶ μετὰ σκέμματος γίνεσθαι τοὺς στεναγμούς. μεγαλοπρεπῶς δὲ τὸν τῆς Ἑλλάδος στρατηγὸν εἴκασε τῷ μεγίστῳ θεῷ.

6. τὸ ἀθέσφατον τῷ χάλαζαν συναπτέον. εἰς τρία δὲ διῄρηκεν, εἰς ὄμβρον, εἰς χάλαζαν καὶ νιφετόν. χάλαζα μὲν οὖν ἐστὶ τὸ παχὺ ὕδωρ, νιφετὸς δὲ τὸ λεπτομερέστερον. διὸ ἐπάγει ἐπάλυνεν, ἐπέ- πασσε· πασπάλη γὰρ ἡ γυρίς.

8. φθαρτικὸν γάρ ἐστι τὸ στόμα τῶν διʼ αὐτοῦ φερομένων σιτίων.

10. νειόθεν ἐκ κραδίης] ἐκ τῶν ἐσωτάτω λογισμῶν· ἔνδον γὰρ ἐν τοῖς ἐπιλογισμοῖς τὰ δεινὰ ὁρῶν καθʼ ἑαυτὸν στένει. ἐντεῦθεν κινη- θεὶς Φιλότιμος ἐν καρδίᾳ τὸ ἡγεμονικὸν ἔθετο· ὅθεν γὰρ τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι τὰς ἀρχὰς ἔχει, δῆλον ὅτι ὁ νοῦς ἐκεῖθεν ἤρτηται.

11. * Πορφυρίου. ἀδύνατον, φασὶν, ἐν τῇ σκηνῇ ὄντα κατιδεῖν εἰς τὸ πεδίον. ῥητέον οὖν ὅτι ἰδεῖν καὶ ἀθρῆσαι λέγομεν καὶ τὸ τῇ διανοίᾳ σκέψασθαι. ἐγχωρεῖ δὲ καὶ οὕτως ἔχειν τὴν σκηνὴν ὥστε δύνασθαι ἀπιδεῖν· ἔθος γὰρ τοῖς βασιλεῦσι τοιαῦτα κατασκευάζειν ἀφʼ ὧν περιόψονται.

ἢ ὅτι ἐφʼ ὕψους ἡ σκηνὴ ἡ βασιλικὴ, ἢ ὅτι οἱ Τρῶες ἐπὶ [*](20. πασπάλη γὰρ ἡ γυρίς] *παι- etiam in Ven. A. vol. 1 p. 340, 1, πάλη γὰρ ἡ πιτυρίς sed Φιλότιμος ἰατρός ib. p. 392, 2, 24. Φιλότιμος] Φιλότιμος σοφιστὴς ubi vid. quae dixi. cod. Lips. Simpliciter Φιλότιμος 27. *Πορφυρίου] om. )

421
θρωσμῷ πεδίοιο. ἔνιοι δὲ τὸ ἀθρήσειεν ἐπὶ τοῦ νοῦ ἀκούουσιν· ἀλλὰ προσέθηκεν ἂν τὸ φρεσίν, ὡς τὸ “ὄφρα ἴδωμαι ἐνὶ φρεσί” (Ιl. 18, 61) καὶ “ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσί” (Od. 1, 115).

14. αὐτὰρ ὅτʼ ἐς νῆας] πανταχόθεν τὸ ἐναντίον ὁρῶν ἐδυσφόρει. οὐκ ἐπεξῆλθε δὲ ὅσα περὶ τοὺς Ἕλληνας ἦν δεδοικὼς, ἀλλʼ ἠρκέσθη τῇ τῶν εὐημερούντων διαθέσει ἐμφῆναι τὴν τῶν δυστυχούντων κατά- στασιν· ἀεὶ γὰρ φιλέλλην ὁ ποιητής.

17. ἥδε δέ οἱ] τὸ προνοητικὸν αὐτοῦ καὶ ἐν ταῖς συμφοραῖς δη- λοῦται, μὴ ἀποφάσκοντος τοῖς δεινοῖς. δείκνυσι δὲ ὅτι δεῖ καὶ ἐν τοῖς κακοῖς ἐπὶ σοφίαν καταφεύγειν. αὐτουργεῖ δὲ δυσωπῶν αὐτὸν, ὅπως τοῦ βασιλέως καὶ τοῦ γέροντος διαφοιτώντων ὑπακούσωσιν οἱ λοιποί.

23. δαφοινὸν] λίαν φονευτικόν. τινὲς δὲ πυρρόν.

δέρμα λέοντος] τινὲς ἐκ τούτου χειμέριόν φασι τὸν καιρόν· σκέπη γὰρ ὄμβρων ἦν ἡ λεοντῆ. τὸν δὲ Μενέλαον ὡς ἥττω παρδαλῆν ἐνδύει, Δόλωνα δὲ ὡς δειλὸν καὶ ἐπὶ λαθρίδιον πρᾶξιν ὁρμῶντα λυκῆν.

25. ὣς δʼ αὕτως] κατὰ τὸν αὐτὸν καιρὸν τῷ Ἀγαμέμνονι· ἀλλ᾿ ὁ ποιητὴς τῷ βασιλικωτέρῳ προσώπῳ ἀπένειμε τὴν προτέραν τάξιν τοῦ λόγου, ὥστε καὶ τῶν ἀριστέων οὓς μὲν διήγειρεν Ἀγαμέμνων, ἀκρι- βῶς διεξέρχεται, οὓς δὲ Μενέλαος ἐπὶ κεφαλαίου.

29. τὸ μὲν ζῷον πόρδαλις, ἡ δὲ δορὰ παρδαλέη γράφεται.

32, 33. διὰ τάχους ἐνέφηνε τὸ ἀξίωμα καὶ τοὺς ἀρχομένους, ὅπως πρὸς τοὺς ἄρχοντας διακεῖσθαι δέον, καὶ τοὺς ἄρχοντας ὁποίους ὀφείλουσιν ἑαυτοὺς παρέχειν τοῖς ἀρχομένοις, ἵνα ὡς θεοὶ τιμῶνται. δῆλον δὲ ὡς προεταράχθη Μενέλαος, ὁ δὲ ποιητὴς καταπλῆξαι ἠθέ- λησε διὰ τοῦ βασιλικωτέρου προσώπου.

35. νηῒ] ἀντὶ τοῦ νηός. εἰ δὲ ἄλλων ἐδεῖτο, πόσῳ μᾶλλον ἀδελφο;

36. πρότερος] ὡς κατεπτηχότος τοῦ βασιλέως· ἢ ὅτι ἐνδιδυσκό- μενον αὐτὸν εὗρεν, ὅθεν καὶ ἐξ αὐτοῦ ἄρχεται.

*τὸ πρότερος διαφέρει τοῦ πρῶτος, ὅτι ὁ μὲν πρότερος ἐπὶ δύο λαμβάνεται, ὡς ἐνταῦθα καὶ ὡς ἐπὶ Τληπολέμου καὶ Σαρπηδόνος “τὸν καὶ Τληπόλεμος πρότερος” (Ιl. 5, 632)· καὶ τῷ μὲν προτέρῳ [*](15. * ὄμβρων] ὅπλων dem fere in Etym. M. p. 692, 54, 16. *λυκῆν] λύκον et apud Choerobosc. in Psalm. p. 31. τὸ πρότερος διαφέρει—] Ea- 2, 17.)

422
ἀκόλουθος ὁ ὕστερος, ὁ δὲ πρῶτος ἐπὶ πολλῶν, ὡς τὸ “ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων” (Ιl. 7, 162). τὸ δὲ πρῶτος σημαίνει τέσσαρα, τὸ κατὰ χρόνον, ὥσπερ πρῶτοί εἰσιν οἱ προφῆται τῶν ἀποστόλων· τὸ κατὰ φύσιν, ὡς τὸ πρῶτόν ἐστι τὸ ζῷον τοῦ ἀν- θρώπου· τὸ κατὰ τάξιν, ὥσπερ πρῶτά εἰσι τὰ στοιχεῖα τῶν συλλα- βῶν καὶ τὰ προοίμια τῶν διηγήσεων· τὸ κατʼ ἀξίαν, ὡς τὸ πρῶτοί εἰσιν οἱ ἄρχοντες τῶν ἀρχομένων.

38. προὔλαβε τὴν Νέστορος γνώμην τὴν περὶ τοῦ δεῖν κατα- σκόπους πέμπειν, τοῦ καιροῦ αὐτῷ τὴν ἐπίνοιαν τοῦ ἔργου ὑποβάλ- λοντος. καὶ τὸν ἀδελφὸν ὁπλιζόμενον ὁρῶν, καὶ αὐτὸν τοῦτο βουλεύ- εσθαι ὑπονοεῖ.

39. δείδω μὴ οὔ τις] ὡς ἤδη δεδειγμένης τῆς βουλῆς ἐπι- λογισμὸν εἰσάγει. εἰς κίνησιν δὲ τὸν ἀκροατὴν εἰσάγει διὰ τὸ δυσχερές.

43. σεμνὸν τὸ τοῦ βασιλέως εἰς ἐπίσκεψιν πλείονα φερομένου. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀναρτᾷ τὸν ἀκροατήν. τὸ δὲ χρεώ οἱ μὲν ἀντὶ τοῦ χρεία λέγουσιν, οἱ δὲ ἀντὶ τοῦ δεῖ, οἷον δεῖ ἐμὲ καὶ σὲ βουλῆς, ἤτοι περὶ βουλῆς διανοεῖσθαι ἀρίστης.

44. κερδαλέης] ἐπωφελοῦς· δεῖ γὰρ, φησὶ, τὰ ἀπὸ τῆς τύχης προσγινόμενα ταῖς βουλαῖς ἀντισηκοῦν.

46. θεοσεβὴς ὑπόνοια μὴ διʼ Ἀχιλλέα, διὰ δὲ θυσίας λέγειν τὸν Δία βοηθεῖν.

47. οὐ γάρ πω ἰδόμην] ηὔξησε τὰ ἔργα τοῦ Εκτορος, ἀνυπέρ- βλητα φήσας αὐτὰ εἶναι καἰ ὄψει καὶ ἀκοῇ.

50. ἁπλοϊκῶς δεῖ λαμβάνειν· οὐ γὰρ πρὸς Ἀχιλλέα ἡ σύγκρισις.