Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

547. διὰ τῆς μεταβάσεως τῶν πτώσεων ἡ τοῦ θαυμάζοντος ἔκ- πληξις δηλοῦται, μὴ μετὰ στοχασμοῦ αὐτοῖς ὁμιλοῦντος.

556. ῥεῖα θεός] αἰδημόνως οὐκ ἀνασκευάζει τὴν ὑπόνοιαν τοῦ γέροντος, ἀλλʼ αὔξει μᾶλλον τὰ θεῶν εὐσεβῶς.

559. Θρηίκιοι] ἀπὸ τῶν ἵππων ἀρξάμενος δικαίως ‘Ρῆσον καὶ Θρᾷκας συνῆψεν, εἶτα Δόλωνα, ἀναστρέφων τὴν διήγησιν. οὐδὲ ἐν τῇ ἀπελάσει δὲ τῶν ἵππων ἑαυτὸν συμπεριέλαβεν.

560. ἀρίστους] οὐ γὰρ ἂν συνεκοιμῶντο τῷ βασιλεῖ, εἰ μὴ ἄριστοι ἐτύγχανον.

561. πῶς τοῦ Ῥήσου καὶ τῶν δώδεκα ἑταίρων συναριθμουμένων τρισκαιδέκατός ἐστιν ὁ Δόλων: δῆλον οὖν ὅτι τὸν Ῥῆσον κατʼ ἐξο- χὴν ὑπεξεῖλεν.

*Πορφυρίου. πῶς εἰπὼν “ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο, τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα (494) πάλιν διηγούμενος [*](34. ∗ Ιορφυρίου] om.)

454
τὰ συμβάντα φησὶ “τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν;” ὁ γὰρ Δόλων τοῖς τρισκαίδεκα συναριθμούμενος τῶν Θρᾳκῶν τεσσαρεσκαι- δέκατος ἂν εἴη. δηλονότι τὸν Ῥῆσον ἐξελὼν καὶ δώδεκα τοὺς ἑταίρους τοῦ Ῥήσου, τρισκαιδέκατον μετὰ τῶν ἑταίρων τοῦ Ῥήσου εἰκότως τὸν Δόλωνα κατηριθμήσατο. τί γὰρ φησίνς “ ἵπποι δʼ οἵδε, γεραιὲ, νεήλυδες σῦς ἐρεείνεις, νρηίκιοι, τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομή- δης ἔκτανε.” τοῦτον μὲν καθʼ ἑαυτὸν χωρίσας ἄνόμασεν, εἶτʼ ἐπάγει “πὰρ δʼ ἑτάρους δυοκαίδεκα,” μεθʼ ὧν ἐξῃρημένου τοῦ βασιλέως τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν. καὶ αὐτὸς δʼ ἐπεσημήνατο ὅτι παρὰ τὸν Ῥῆσον ἀριθμεῖται τοὺς ἑταίρους καὶ οὐ σὺν τούτῳ κατα- λέγει τοὺς ἄλλους· ἔφη γὰρ “τὸν δέ σφιν ἄνακτα ἀγαθὸς Διομή- δης ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα,” ιβ΄ μὲν τοὺς ἑταίρους, τὸν δὲ σκοπὸν τρισκαιδέκατον. ἑαυτὸν δὲ κοινωνὸν θεὶς τῆς λήψεως τοῦ σκοποῦ, οὐκ ἔφη ἀπεκτείναμεν, ἀλλὰ εἵλομεν, ἐπεὶ ὥσπερ καὶ τοὺς ἄλλους Διομήδης ἀνεῖλε, συνέλαβε δὲ τὸν σκοπὸν Διομήδει Ὀδυσ- σεύς. καὶ Ὅμηρος ἀεὶ τοὺς βασιλεῖς τῶν στρατιωτῶν χωρίζει κατʼ ἐξοχήν. ἔθει οὖν κατὰ τὸν ἀριθμὸν κεχώρισται ὁ Ῥῆσος, ὡς ἐπὶ τοῦ “Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Εκτορα” (Il. 13, 1).

εἵλομεν] ἐκοινώνησε γὰρ καὶ αὐτὸς τῷ φόνῳ τοῦ Δόλωνος. ἐπιεικὲς δὲ κἀν τούτῳ ἐμφαίνει ἤθος Ὀδυσσεύς· οὐ γὰρ εἶπεν ἐκτείναμεν, διὰ τὸ ὑπὸ Διομήδους πληγέντα θανεῖν τὸν Δόλωνα, ἀλλʼ εἵλομεν.

562. τόν ῥα διοπτῆρα] ὑπόνοιαν δίδωσιν ὅτι καὶ περὶ τῶν ἄλλων μεμάθηκε παρὰ Δόλωνος, σιωπᾷ δὲ διὰ τὸν καιρόν.

564. τάφροιο διήλασε] καλῶς ἀνεῖρξε τῶν πολλῶν τὰς ἐρωτήσεις, τῆς περὶ τὰς ναῦς ἄρξας ἐπανόδου· οὐ γὰρ τοσαύτην κίνησιν ἔχει τὰ λυπηρὰ ὁπόσην τὰ ἡδέα.

568. Διομήδεος ἵπποι] αὐτοῦ γὰρ τὸ κατόρθωμα· ὁ δὲ δεισιδαί μων Ὀδυσσεὺς τὰ ἀφιερωμένα τῇ θεῷ λαμβάνει.

570. *ἔναρα μὲν πάντα τὰ ὅπλα περιεκτικῶς λέγονται, κυρίως δὲ ὅσα ἤγαγε καὶ συνήρμοσεν, ἤγουν ὁ θώραξ καὶ ἡ κυνέη καὶ αἱ κνημῖδες.

571. ὄφρ᾿] ἀντὶ τοῦ ἕως. ὁ δὲ νοῦς, ἕως εὐπορήσαντες ἱερεῖα ἀναθῶσιν Ἀθηνᾷ. τὸ δὲ ἑτοιμασ αίατο ἀντὶ τοῦ ἑτοιμάσαιντο.

573. βραχεῖα διαστολὴ εἰς τὸ ἐσβάντες, καὶ κοινὸν τὸ ἀμφί· τὸν ἀμφὶ τὰς κνήμας ἱδρῶ καἰ τὸν λόφον.

[*](12. ιβ΄ addidit Vill.)
455

576. * ἀσαμίνθους] λεκάνας, παρὰ τὸ τὴν ἄσαν ἤγουν τὸν ῥύπον μινύθειν, ὅ ἐστιν ἐλαττοῦν καὶ μειοῦν.

577. τὼ δὲ λοεσσαμένω] διὰ τὸν κάματον θεραπείας αὐτοῖς τοῦ σώματος ἔδει, ἄλλως τε καὶ μέλλουσιν ἐξιέναι ἐπὶ τὸν πόλεμον.

578. δείπνῳ ἐφιζανέτην] κατὰ τὸ σιωπώμενον τὸ ἱερεῖον σφάξαντες ἀνατιθέασι τὰ δῶρα, ὕστερον δὲ εὐωχοῦνται.

1. ὡς φιλέλλην ὁ ποιητὴς μέχρι τῶν νεῶν τοὺς Ἕλληνας συνε- λάσας, καὶ ἐπαυλιζομένους ταῖς ναυσὶ ποιήσας τοὺς βαρβάρους, οὐκ εὐθέως τειχομαχίαν ἐποίησεν οὐδὲ τὴν ἐπὶ ταῖς ναυσὶ μάχην, ὅπερ καὶ κατὰ δόξαν ἦν τοῖς ἀκροωμένοις, ἀλλὰ πρότερον τὴν Ἀγαμέμνο- νος ἀριστείαν διέγραψε, καὶ μετʼ αὐτὴν τὴν τῶν ἄλλων ἀριστέων, εἶτα ἐπειδὴ τοὺς ἀρίστους ἐπὶ τὰς ναῦς ἀπέστειλε τρωθέντας, τότε τοὺς Ἕλληνας ἐποίησεν ἡττωμένους. ἐπειδὴ δὲ μεμονωμένους τοὺς Ἕλληνας ἀπίθανον ἦν παρεισάγειν ἀνδραγαθοῦντας ἕωθεν, εὐλόγως ἡ νὺξ παραμυθεῖται αὐτῶν τὴν ἧτταν, καὶ τοσοῦτον ὡς συνωθῆσαι πάλιν μέχρι τείχους τοὺς Τρῶας, ἄχρις ὅτου τῆς τοῦ Διὸς τύχωσιν ἐπικουρίας· ἐπιδείκνυσι γὰρ ὅτι τύχαις, οὐ γνώμαις ἐλείποντο Ἕλληνες. δικαίως μὲν οὖν Ἀγαμέμνων ἀριστεύει· θαρροῦντα μὲν γὰρ τοῖς πράγμασιν οὐκ εὔλογον ἦν αὐτὸν ἐπὶ τοὺς κινδύνους φέρε- σθαι, ἀλλὰ διὰ τὴν ἡγεμονίαν ἀσφαλέστερον μᾶλλον ἢ φιλοκινδυ- νότερον ἀγωνίζεσθαι· ἐπὶ ξυροῦ δὲ νῦν, καὶ ταῦτα διʼ αὐτὸν, ὄντων Ἕλλήνων ἀναγκαίως κινδυνεύει. γέγονε δὲ ἀντίστροφα τὰ πράγματα· καὶ Διομήδης γὰρ ὑπʼ Ἀγαμέμνονος ὀνειδισθεὶς εὐδοκιμεῖ, καὶ πάλιν Ἀγαμέμνων ὑπὸ Διομήδους· Ἕκτωρ δὲ μεγάλα ὑπισχνού- μενος διώκεται.

*ιθωνὸς Λαομέδοντός ἐστι παῖς, ἀδελφὸς Πριάμου, Ἠμέρας σύνευνος.

τὸ δὲ Ἠὼς δʼ ἐκ λεχέων νομιστέον, ὅτι ἀπὸ τοῦ ἡλίου ἡμέρα γίνεται. Τιθωνοῖο δὲ, οἱονεὶ Τιτανοῖο· Τιτὰν γὰρ ὁ Ἀπόλλων, ὅτι ἀπὸ Λητοῦς. τοῦτον δὲ καὶ ἥλιον νενομίκαμεν. ἐκ λεχέων δὲ, ὅτι σὺν αὐτῷ ἀεὶ θεωρεῖται· ἡμέρα γάρ ἐστι πεφωτισμένος ἀὴρ ἡλίου ὑπὲρ γῆν ὄντος.

[*](1. ἔσαν] *ἔσην 12. *τὴν τῶν] τὴν om. 30. *Τιτανοῖο] τιιτωνοῖο)
456

Ἱερώνυμός φησι τὸν Τιθωνὸν αἰτήσασθαι ἀθανασίαν παρὰ τῆς Ἠοῦς, οὐ μέντοι καὶ ἀγηρασίαν· ὡς δὲ πολλῷ τῷ γήρᾳ χρώμενος ἐδυσφόρει, αἰτήσασθαι θάνατον· τὴν δὲ ἀδυνατοῦσαν εἰς τέττιγα αὐτὸν μεταβαλεῖν, ὅπως ἥδοιτο διηνεκῶς τῆς φωνῆς ἀκούουσα. ἀγαυοῦ δὲ ἤτοι ἀγαστοῦ ἐπὶ τῷ κάλλει. τινὲς δὲ παρειλῆφθαί φασι τὸν Τιθωνὸν διὰ τὸ εὐημερεῖν Τρῶας. ἔστιν οὖν ἡ περίφρασις ποιητική· τοῦτο γὰρ διαλλάττει τῆς ῥητορικῆς, ἦς ἡ μὲν τὸ πεζὸν οἰδεν, ἡ δὲ φεύγει αὐτό.

2. ἀθανάτοισι] ἀθανάτους νῦν οὐχὶ τὰ οὐράνια ἀκουστέον (ἀεὶ γὰρ ἐν φωτί εἰσιν), ἀλλʼ ἤτοι τὰ στοιχεῖα ἢ τὰ περί γῆν θειότερα ζύα καὶ ἀέρια. ἢ ἐπεὶ ἐν τῷ Ὀλύμπῳ ὑποτίθεται ὁ ποιητὴς οἰκεῖν τοὺς θεοὺς, ὄρος δὲ ὁ Ὀλυμπος, ἁρμοδίως τῷ πλάσματί φησιν αὐτοὺς καὶ ἐν σκότῳ ποτὲ εἶναι.

3. Ζεὺς δʼ Ἕριδα] ἀγῶνας πάλιν τῇ ποιήσει κινῶν Δία παρορμᾶν τὸ Ἕλληνικόν φησιν· οὐ γὰρ ἂν καταπτήξαντες προῆλθον εἰς μάχην. τοὺς δὲ Τρῶας ἐγεῖραι ἱκανὸν ἦν τὸ ἐκ τῆς προγενομένης νυκτὸς θάρσος.

4. *πολέμοιο τέρας] οἱ μὲν τὸν πόλεμον, οἱ δὲ ἀστραπὴν, οἱ δὲ δόρυ, οί δὲ Ἷριν.

13. τοῖσι δʼ ἄφαρ] δεδήλωκε τὴν πρώην αὐτῶν ὁρμὴν ἐγειρομένηνʼ κακωθεῖσι γὰρ οὐδὲν ἕτερον ἦν πρὸ ὀφθαλμῶν ἢ τὸ φεύγειν.

16. ἐν δʼ αὐτὸς] οὐ γὰρ ἐπιτάσσων, ἀλλὰ ποιῶν προθύμους ἔχει τοὺς ὑπηκόους.