Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

36. πρότερος] ὡς κατεπτηχότος τοῦ βασιλέως· ἢ ὅτι ἐνδιδυσκό- μενον αὐτὸν εὗρεν, ὅθεν καὶ ἐξ αὐτοῦ ἄρχεται.

*τὸ πρότερος διαφέρει τοῦ πρῶτος, ὅτι ὁ μὲν πρότερος ἐπὶ δύο λαμβάνεται, ὡς ἐνταῦθα καὶ ὡς ἐπὶ Τληπολέμου καὶ Σαρπηδόνος “τὸν καὶ Τληπόλεμος πρότερος” (Ιl. 5, 632)· καὶ τῷ μὲν προτέρῳ [*](15. * ὄμβρων] ὅπλων dem fere in Etym. M. p. 692, 54, 16. *λυκῆν] λύκον et apud Choerobosc. in Psalm. p. 31. τὸ πρότερος διαφέρει—] Ea- 2, 17.)

422
ἀκόλουθος ὁ ὕστερος, ὁ δὲ πρῶτος ἐπὶ πολλῶν, ὡς τὸ “ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων” (Ιl. 7, 162). τὸ δὲ πρῶτος σημαίνει τέσσαρα, τὸ κατὰ χρόνον, ὥσπερ πρῶτοί εἰσιν οἱ προφῆται τῶν ἀποστόλων· τὸ κατὰ φύσιν, ὡς τὸ πρῶτόν ἐστι τὸ ζῷον τοῦ ἀν- θρώπου· τὸ κατὰ τάξιν, ὥσπερ πρῶτά εἰσι τὰ στοιχεῖα τῶν συλλα- βῶν καὶ τὰ προοίμια τῶν διηγήσεων· τὸ κατʼ ἀξίαν, ὡς τὸ πρῶτοί εἰσιν οἱ ἄρχοντες τῶν ἀρχομένων.

38. προὔλαβε τὴν Νέστορος γνώμην τὴν περὶ τοῦ δεῖν κατα- σκόπους πέμπειν, τοῦ καιροῦ αὐτῷ τὴν ἐπίνοιαν τοῦ ἔργου ὑποβάλ- λοντος. καὶ τὸν ἀδελφὸν ὁπλιζόμενον ὁρῶν, καὶ αὐτὸν τοῦτο βουλεύ- εσθαι ὑπονοεῖ.

39. δείδω μὴ οὔ τις] ὡς ἤδη δεδειγμένης τῆς βουλῆς ἐπι- λογισμὸν εἰσάγει. εἰς κίνησιν δὲ τὸν ἀκροατὴν εἰσάγει διὰ τὸ δυσχερές.

43. σεμνὸν τὸ τοῦ βασιλέως εἰς ἐπίσκεψιν πλείονα φερομένου. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀναρτᾷ τὸν ἀκροατήν. τὸ δὲ χρεώ οἱ μὲν ἀντὶ τοῦ χρεία λέγουσιν, οἱ δὲ ἀντὶ τοῦ δεῖ, οἷον δεῖ ἐμὲ καὶ σὲ βουλῆς, ἤτοι περὶ βουλῆς διανοεῖσθαι ἀρίστης.

44. κερδαλέης] ἐπωφελοῦς· δεῖ γὰρ, φησὶ, τὰ ἀπὸ τῆς τύχης προσγινόμενα ταῖς βουλαῖς ἀντισηκοῦν.

46. θεοσεβὴς ὑπόνοια μὴ διʼ Ἀχιλλέα, διὰ δὲ θυσίας λέγειν τὸν Δία βοηθεῖν.

47. οὐ γάρ πω ἰδόμην] ηὔξησε τὰ ἔργα τοῦ Εκτορος, ἀνυπέρ- βλητα φήσας αὐτὰ εἶναι καἰ ὄψει καὶ ἀκοῇ.

50. ἁπλοϊκῶς δεῖ λαμβάνειν· οὐ γὰρ πρὸς Ἀχιλλέα ἡ σύγκρισις.

53. ἀλλʼ ἴθι νῦν] πρεπόντως τὴν τάξιν ἐμέρισεν ἀμφοτέροις· καὶ ὁ μὲν νεώτερος καὶ ἥττων τὸ ἀξίωμα ἐπὶ τοὺς πόρρω σκηνοῦντας ἀπέρχεται, ὁ δὲ πρεσβύτερος καὶ βασιλικώτερος ἐπὶ τὸν συνετώ- τατον Νέστορα, σὺν ἐκείνῳ δὲ καὶ τοὺς ἄλλους ἐγείρει. πρεπόντως δὲ καὶ ἐπὶ μὲν τῶν νεωτέρων καὶ ἧττον ἐνδόξων τὸ κάλεσον προστα- κτικῶς εἶπε· περὶ δὲ τοῦ Νέστορος παραπεφυλαγμένως φησὶν αἴ κʼ ἐθέλῃσιν, ἀντὶ τοῦ ἐὰν αὐτῷ δόξῃ χρήσιμον εἶναι, ἐπὶ τῇ ἐκείνου γνώμῃ τὴν πᾶσαν κρίσιν ποιούμενος.

[*](9. * ὑποβάλλοντος] ἐπιβάλλοντος ἁπλοῖκῶς 12. δεδειγμένης] δεδογμένης Bek- 28. * πρεσβύτερος καὶ βασιλικώ- τερος] πρεσβύτατος καὶ βασιλικώτατος kerus. 25. ἁπλοῖκῶς] *κατὰ Πορφύριον)
423

56. ἱερὸν τέλος] ὅτι τοῖς καθεύδουσιν ἄδειαν παρέχουσιν, ὅ ἐστι θεοῦ ἴδιον.

*ἤτοι μέγα, ἢ ἀπηλλαγμένον τῶν λοιπῶν ἔργων. τέλος δὲ τὸ τάγμα. σημαίνει δὲ ἡ λέξις πολλὰ, ποτὲ μὲν τὸ τάγμα, ὡς ἐνθάδε, ποτὲ δὲ τοῦ συμπεπληρωμένου πράγματος ἢ ἔργου τέλος, ποτὲ δὲ τὴν ἐκ τῶν ἐπεισαγομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι πρόσοδον, ποτὲ δὲ τὰς ἀρχὰς καὶ τὰ ἀξιώματα, ὡς ἔστιν εὑρεῖν παρά τε Θουκυδίδῃ καὶ Ξενοφῶντι καὶ Εὐριπίδῃ· “τοῖς ἐν τέλει βεβῶσι πείσομαι·” ποτὲ δὲ τὸ δαπάνημα, ὡς Εὐριπίδης ἐν Πολυ- είδῳ (Fr. 640) “μάτην γὰρ οἴκῳ σὸν τόδʼ ἐκβαίη τέλος” καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς (p. 73, 8) “Χερρόνησον δὲ ἐν τοῖς αὐτοῦ τέλεσι διορύξει·” ποτὲ δὲ τὴν ἑορτὴν, ὡς Εὐριπίδης ἐν Μηδείᾳ (1382) “σεμνὴν ἑορτὴν καὶ τέλος προσάψομαι.”

57. κείνου γάρ κε μάλιστα] διὰ δύο, ὅτι τε τὸν υἱὸν παρέσχεν αὐτῶν ἄρχειν, καὶ αὐτὸς δυσωπεῖ παρὼν καὶ ἐπιμελόμενος. παιδευ- τικῶς δὲ ὁ βασιλεὺς ἑτέρῳ παραχωρεῖ τὰ τῆς πειθοῦς.

61. πῶς γάρ] πιθανῶς· ὁ μὲν γὰρ ἐκπεπληγὼς οὐ προνοεῖ τὸ πᾶν τῆς ἐπιταγῆς, ὁ δὲ ὡς προπαρεσκευασμένος ἐρωτᾷ τὸ πῶς.

62. αὖθι] ἐν τοῖς φύλαξιν· ὅθεν καὶ Ἀγαμέμνων ἑξῆς (126) πρὸς τὸν Νέστορά φησιν “ἐκείνους δὲ κιχησόμεθα πρὸ πυλάων ἐν φυλάκεσσιν.”

*διαφέρει τὸ αὖθι τοῦ αὖθις. τὸ μὲν γὰρ αὖθί ἐστι τοπικὸν ἐπίρρημα, καὶ γίνεται ἀπὸ τοῦ αὐτόθι· τοῦτο ἐκ τοῦ αὐτοῦ, ὡς τὸ “αὐτοῦ κʼ ἔνθ᾿ ἀκάχοιτο” (Ιl. 8, 207), τὴν εἰς τόπον σχέσιν, ἀντὶ τοῦ ἐκεῖσε. καὶ ὥσπερ ἀπὸ τοῦ ἀγχοῦ γίνεται ἀγχόθι, οὕτως καὶ ἀπὸ τοῦ αὐτοῦ αὐτόθι, καὶ συγκοπῇ αὖθι. τὸ δὲ αὖθις σημαίνει πάλιν καὶ μετὰ ταῦτα.

67. φθέγγεο] τεχνικῶς, ἵνα ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος ὢν, μή πως ὑπονοήσωσιν ἔφοδον εἶναι πολεμίων. καὶ Νέστωρ πρὸς Ἀγαμέμνονά φησι (85) “φθέγγεο μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο.”

[*](8. * καὶ Εὐριπίδῃ—πείσομαι] om. 11. *Χερρόνησον] Χερόνησον Εὐριπίδη] Immo Σοφοκλεῖ Ant.67. 12. *Μηδείᾳ] μειδίᾳ 10. γὰρ in aliis codicibus omis- 13. προσάψομαι] προσάψομεν rec- sum, δʼ est apud Eustathium, γ᾿ἄν te apud Euripidem. Matthiae. 15. *ἐπιμελόμενος] ἐπιτελλόμενος οἴκῳ σὸν] *εἰκοστόν. οἴκῳ σῷ 22— 27. διαφέρει—] Eadem fere Valckenarius. in Epimer. Homericis Crameri p. *ἐκβαίη] ἐκκαίει. In aliis ἐκβαίνει 15, 31 et Etym. M. p. 169, 16. )
424

67. ἐγρήγορθαι] πρὸς τὸ διαμένειν τὴν φυλακήν. ἐπεὶ δὲ τὸ ἄνωχθι ἀνοίκειον τῷ καιρῷ, πρόσκειται τὸ πάντας κυδαίνων.

68. πατρόθεν ἐκ γενεῆς] ὡς ὅταν λέγῃ “διογενὲς Λαερτιάδη·” τὸν πατέρα γὰρ δηλοῖ, τὸ δὲ διογενὲς τὸν ἀρχηγὸν τοῦ γένους.

*Πορφυρίου. φθέγγεο δ᾿ ᾗ κεν —μεγαλίζεο θυμῷ] ταῦτα σημειωτέον ὡς ἐπιτήδεια εἰς αἰτίας ἀπόδοσιν, διʼ ἣν εἰώθασιν οὕτω πρὸς ἀλλήλους διαλέγεσθαι οἱ ἥρωες “διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ·” εἶναι γὰρ φιλοφρονουμένων τὸν τοιοῦτον τρόπον τῆς προσαγορεύσεως. τὸ μὲν οὖν πατρόθεν ὀνομάζειν ἐστὶν ἐν τῷ Λαερτιάδη, τὸ δὲ ἐκ γενεῆς τὸ ἐκ γενάρχου, οἷον τὸ διογενές· ἐκ γὰρ τοῦ Διὸς τοῦ ἀρχηγέτου τοῦ γένους εἴληπται τὸ διογενές. τὸ δὲ οὕτως ὀνομάζειν κυδαίνοντός ἐστι τοὺς καλουμένους. τί οὖν τὸ μηδὲ μεγαλίζεο θυμῷ ; οὐ γὰρ, ὥσπερ οἱ γραμματικοὶ, τὸ μὴ μέγα ἡγοῦ τὸ τοιοῦτον καὶ τὸ οὕτω προσφωνεῖν· ἀλλὰ σημαίνει, μὴ μεγάλυνε σεαυτοῦ τὴν ψυχὴν, ἐξ οὗ σημαίνεται, μὴ ὑπερόπτης γίνου μηδʼ ἀνάξιον σαυτοῦ τὸ ἄλλον κυδαίνειν ἡγοῦ. ταυτὸν γὰρ τοῦτο καὶ ἐν ἄλλοις ἔφη “σὺ δὲ μεγαλήτορα θυμὸν ἴσχειν ἐν στήθεσσι” (Il. 9, 255)· ὅμοιον γὰρ τῷ μὴ μεγαλίζεο θυμῷ τὸ ἴσχειν ἐν στήθεσι θυμὸν μεγαλήτορα, ᾧ ἐπάγει “φιλοφροσύνη γὰρ ἀμείνων·” ταυτὸν οὖν τῷ πάντας κυδαί- νων. καὶ ἡ Πηνελόπη δὲ λέγει “οὐ γάρ τι μεγαλίζομαι οὐδʼ ἀθερί- ζω” (Od. 23, 174), οὐχ ὑπερηφανῶ ὥς τις μεγάλη, οὐδέ σʼ ὡς μικρὸν καὶ ἀνάξιον ἀτιμάζω· ἀθερίζειν γὰρ, ἀπὸ τῶν ἀποκρινομένων ἀθέρων, τὸ ἀτιμάζοντα ἀποκρίνειν ὡς τοῦ μηδενὸς ἄξιον, ὡς ἀθέρας ἀπὸ τοῦ καρποῦ ἀποκρίνοντα· “καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον” (Ιl. 1, 261), οὔ ποτέ με ἐν ἀθέρων μοίρᾳ εἶχον. ταυτὸ δὲ τὸ ἀθερίζειν ἐστὶ τῷ ἀπόβλητόν τι ποιεῖσθαι· “οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται” (Ιl. 2, 361), ὧ ἀντικείσεται τὸ “ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους κρινάμενοι κατὰ λαὸν Ἀχαϊκόν” (Ιl. 9, 520) καὶ “αἰσυ- μνῆται δʼ ἔκκριτοι ἐννέα πάντες ἀνέσταν” (Od. 8, 258). ἐξηγού- μενος δὲ τὸ ἀθερίζειν ἔφη “τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω.” ἔστι δὲ τὸ ἀναίνομαι οὐχὶ ἐπαινῶ, διὸ ἴσον ἂν εἴη τῷ πάντας κυδαίνειν. καὶ τὸ οὐχ ἅλιον δὲ ἴσον τῷ οὐκ ἀθερίζειν, οὐκ ἀποβολῆς ἄξιον τῆς θαλάττης· τὸ μὲν γὰρ ἀθερίζειν ἀπὸ τῶν ἀπο- κρινομένων ἀθέρων, ὁ δὲ ἅλιος ἀπὸ τῶν εἰς ἅλα βαλλομένων, ὡς τὸ [*](5. *Πορφυρίου] om. 17. ἴσχειν] ἔχειν)

425
“ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ” (Il. 18, 324). τὸ μὲν οὖν μὴ μεγαλίζεσθαι θυμῷ σημαίνει τὸ μὴ ὑπερηφανεῖν διʼ ὑπεροψίαν. αὐτό τε τὸ ὑπερηφανῆσαί φησι “σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας” (Il. 9, 109), ὃ ἔφη ἠθέρισας. καὶ πάλιν “οἳ τὸ πάρος θυμῷ ἦρα φέροντες ἀφεστᾶσι” (Il. 14, 131) καταφρονοῦντες καὶ ὑπερηφανοῦντες διὰ τὸ αὐτοῖς χωρίζεσθαι, ὥς που ἔφη “ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκο- χίτωνες ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται” (Ιl. 11, 694). οἱ μέντοι συνείκοντες καὶ τῆς ὑπεροψίας παυόμενοι· “ ὡς ὁ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ, εἴξας ᾧ θυμῷ” (Ιl. 9, 597).