Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

36. Ἀπόλλωνι ἄνακτι] τὸ α ἐκτείνει Ἀρίσταρχος διὰ τὸ μέτρον. τὸ δὲ ἄνακτι ἢ ὅτι αὐτός ἐστι τῶν φαινομένων καὶ γενομένων αἴτιος· ἢ ὡς μουσικὸν ἄνακτα αὐτόν φησιν ὁ ποιητής· ἢ τῷ ἰδίῳ ἄνακτι.

[*](25. ταῖς ὑπερβολαῖς] τὰς ὑπερβολὰς 31. *ἀδικουμένους] om. Townl. ταῖς ὑπεροχαῖς Lips.)
10

37. κλῦθί μευ] ἐν γενικῇ τὸ μευ, οὐκ ἐν δοτικῇ· καὶ ἔστιν ἀνα- λογοῦν τῷ “τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων” (43).

ἀργυρότοξ᾿] διὰ τὴν χρείαν τῶν βελῶν τοῦτό φησιν. ἔοικε δὲ μηδὲν διαφέρεσθαι περὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν· “ἀμφὶ δʼ ἄῤ ὤμοισι βάλετο ξίφος ἀργυρόηλον” (Il. 2, 45) καὶ “ἐν δέ οἱ ἧλοι χρύσειοι πάμφαινον” (Il. 11, 29).

Χρύσην] ἀπόρθητος καὶ αὕτη καὶ ἡ Κίλλα· ἡ δὲ Τένεδος πεπορ- θημένη· “τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων” (Il. 11, 625). τὸ δὲ παρὸν ἕτοιμον πρὸς ὑπόμνησιν, ὥς πού φησιν ἐν τῷ τῆς Ἰλιάδος ταύτης ἰῶτα (183) περὶ τῶν πρεσβέων “πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ.” ἃ γὰρ τὸν γέροντα πάσχειν ποιοῦσι, καὶ αὐτοὶ ἀντιπάσχουσιν.

38. Κίλλος ἡνίοχος Πέλοπος, περὶ Λέσβον ἀποθανών· ἀθυμοῦντι δὲ αὐτῷ παρέστη κελεύων Κιλλαίῳ Ἀπόλλωνι θύειν διὰ τὸν αἰφνί- διον θάνατον, καὶ νικήσειν. ὅθεν καὶ τῆς ὀνομασίας ἔτυχεν ἡ πόλις.

Κύκνου καὶ Σκαμανδρδίκης Τέννης καὶ Ἡμιθέα· ὃς ἀπελαθεὶς ὑπὸ τοῦ πατρὸς σὺν τῇ ἀδελφῇ Ἡμιθέᾳ διὰ τὴν ἐπιβουλὴν τῆς μητρυιᾶς Καλύκης ᾤκησε τὴν Λευκόφρυν, καὶ σφ᾿ ἑαυτοῦ Τένεδον ὠνόμασεν.

41. ταύρων ἠδʼ αἰγῶν] θυσίαις ταύρων καὶ αἰγῶν ἥδεται ὁ Ἀπόλ- λων· ὕλη γὰρ τοῖς τόξοις τὰ κέρατα αὐτῶν.

42. τίσειαν Δαναοὶ ἐμὰ δάκρυα] μικρῷ λόγῳ μεγάλα αἰτεῖ· ἀνταποδοῖεν τοῖς βέλεσί σου ταῦτα τὰ δάκρυα, τουτέστι τοξεύων εἴσπραξαι αὐτοὺς ἃ ἐγὼ ἐξέχεα δάκρυα. ἐν σχήματι δὲ ὃ παρῆκεν ἔφρασεν, ὡς ἄρα ἔκλαιεν ὁ γέρων. πῶς δὲ Ἕλλησιν ἐπαρᾶται τοῖς εὐφημήσασι δοθῆναι αὐτῷ τὴν θυγατέρα, καὶ μὴ μᾶλλον Ἀγαμέμ- νονι: φαμὲν οὖν ὅτι εἰ ἀπέθανεν ὁ Ἀγαμέμνων, ἀνεκζήτητος ἂν ἔμεινεν ἡ αἰτία τοῦ λοιμοῦ καὶ πλεόντων ἐπὶ τὴν πατρίδα τῶν Ἑλ- λήνων ἀναπόδοτος ἐγένετο ἡ Χρυσηΐς· ἢ ὅτι αὐτοὶ Θήβας πορθή- σαντες ἐξέδοντο αὐτὴν Ἀγαμέμνονι· καὶ ὅτι ἀποθανὼν μὲν Ἀγαμέμ- νων ἄλυπος ἦν, ζῶν δὲ καθʼ ἡμέραν ἀποθνήσκει, βλέπων ἀπολλυμένους τοὺς ὄχλους· καὶ ὅτι συμπεριλαμβάνεται καὶ αὐτὸς τοῖς Δαναοῖς· καὶ ὅτι πᾶσιν ἀρᾶται, διότι μὴ πάντες ἐπέσχον τὴν τοῦ βασιλέως ὕβριν· καὶ ὅτι ὡς βάρβαρος ὁ Χρύσης πᾶσιν Ἕλλησιν ἐχθρός ἐστιν.

*ἀπρεπὲς δοκεῖ κατὰ μὲν τοῦ ὑβρίσαντος Ἀγαμέμνονος μὴ [*](10. πρεσβέων] *πρεσβευτῶν)

11
ἀρᾶσθαι, ἀλλὰ κατὰ τῶν εὐφημησάντων Ἑλλήνων. λύεται δὲ ἐκ τῆς λέξεως, ὅτι ἐν τοῖς Δαναοῖς ἐμπεριέχεται Ἀγαμέμνων· ἐκ δὲ τοῦ προσώπου, ὅτι βάρβαρος καὶ πᾶσιν ἐχθρός· ἐκ δὲ τοῦ καιροῦ, ὅτι τὸν μὲν συνέφερεν αὐτῷ σώζεσθαι, τῶν δὲ νοσησάντων καὶ ἀπολαβεῖν ἦν τὴν θυγατέρα.

43. τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων] συνητίμαστο γὰρ τῷ ἱερεῖ ἐν τῷ μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο.” τὲ δὲ πρὸ τῆς εὐχῆς ἐπικουρῆσαι ἀπολίτευτον. διδάσκει δὲ ὅσον ἰσχύει εὐχὴ καθαρὰ, ὅσον δὲ ἀνωφελὴς μυσαρὰ θυσία.

*Φοῖβος οἱονεὶ ὁ φαόβιος, τουτέστιν ὁ λαμπρὸν βιὸν ἔχων ἤγουν τόξον· ὅθεν καὶ φοιβάζω τὸ λαμπρύνω. ἢ ἀπὸ Φοίβης μαμμωνυ- μικὸν, ὡς καὶ Ἡσίοδος.

**Φεῖβον οὖν αὐτὸν ὀνομάζει ἀπὸ τῶν ἀκτίνων λαμπρὸν ὄντα, τὸ μόνον ἡλίῳ προσὸν ἐξ ἴσου κοινώσας Ἀπόλλωνι καὶ Μούσῃ.

44. κῆρ] παρὰ τὴν καῦσιν. τὸ δὲ ἔμφυτον θερμόν φασιν εἶναι τὴν ψνχήν.

45. τόξʼ ὤμοισιν] ἓν εἶχε τόξον· ἀλλὰ τῇ φωνῇ τοῦ πλήθους τῶν δεινῶν ἐμφαίνει τὸ μέγεθος.

46. ἔκλαγξαν δʼ ἄῤ ὀϊστοί] ἐπιστρέφει πρὸς εὐσέβειαν τὸ καὶ τὰ ἄψυχα τῆς τοῦ θείου αἰσθάνεσθαι δυνάμεως.

*φιλόσοφός ἐστι θεωρία ἐν τῷ στίχῳ τῷ “ἔκλαγξαν δʼ ἄῤ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο, αὐτοῦ κινηθέντος.” εἰσι γὰρ, εἰσί τινες οὐράνιοι μεθʼ ἁρμονίας ἐμμελοῦς ἦχοι, κατὰ τὴν ἀΐδιον φορὰν ἀποψαλλό- μενοι, μάλιστα τῆς ἡλιακῆς περιόδου συντόνως φερομένης. οὐ γὰρ δήπου, εἰ ῥάβδῳ μὲν ὑγρᾷ πλήξας τις εἰκῆ τὸν ἀέρα καὶ λίθους ἀπὸ σφενδόνης ἀφεὶς ῥοίζους ἀποτελεῖ καὶ συριγμὸν οὕτω βαρύφθογγον, τηλικούτων δὲ σωμάτων ἡ κυκλοπόρος βία δρόμοις ἀπʼ ἀνατολῆς εἰς δύσιν ἁρματηλατουμένη μεθʼ ἡσυχίας τὸν σφοδρὸν ὁδοιπορεῖ δρόμον. [*](10—14. Scholion usque ad v. 11. μαμμωνυμικόν] μαμμωνυμικῶς Ἡσίοδος manus secundae, cui tertia Etym. M. addidit Φοῖβον—Μούσῃ. Simile est 14. καὶ Μούσῃ (Μούσαις infra p. scholion manus secundae ad v. 72. 22, 16) delet Lehrsius. Compilata haec sunt ex Heracliti 21. φιλόσοφος] Hoc scholion ex- Alleg. c. 7—12 p. 12 et 32 ed. cerptum ex Heracliti Alleg. c. 12, Mehler. Brevius in Etym. M. p. p. 24 ed. Mehl. 796, 55 et Crameri Anecd. Oxon. 24. οὐ Heracl.] εἰ vol. 1 p. 428, 24. Dixit de hoc 25. εἰ ῥάβδῳ Mehlerus] εἰ om. scholio Lehrsius in Append. ad λίθους] λίθον Heracl. Herodian. p. 458.)

12
τούτους δὲ τοὺς διηνεκῶς ἐν τῷ οὐρανῷ τελουμένους φθόγγους ἀγνοοῦ- μεν ἢ διὰ τὴν ἀπὸ πρώτης γονῆς συνήθειαν ἐνδελεχῶς ἐνοικοῦσαν ἡμῖν, ἢ διὰ τὴν ἄμετρον ὑπερβολὴν τοῦ διαστήματος, ἐκλυομένου τοῦ ψόφου τῷ διείργοντι μέτρῳ. καὶ τοῦθʼ ὅτι τοιοῦτόν ἐστιν ὁ φυ- γαδεύων Ὅμηρον ἐκ τῆς ἰδίας πόλεως συγκαταινεῖ Πλάτων (Rep. p. 617 b) οὕτω λέγων· “ὅτι δὲ τῶν κύκλων αὐτοῦ ἄνωθεν ἐφ᾿ ἑκάστου βεβηκέναι Σειρῆνα συμπεριφερομένην φωνὴν μίαν ἱεῖσαν ἑκάστην, ἁπασῶν δʼ ὀκτὼ οὐσῶν μίαν ἁρμονίαν ξυμφωνεῖν·” ὁμοίως δὲ καὶ ὁ Ἐφέσιος Ἀλέξανδρος, ἐπεξελθὼν ὅπως κατὰ τάξιν οἱ πλά- νητες ἀστέρες ὁδεύουσιν, ἐπάγει περὶ τῶν ἑκάστου φθόγγων “πάντες δʼ ἑπτατόνοιο λύρης φθόγγοισι συνῳδοὶ ἁρμονίην προχέουσι διάστασιν ἄλλος ἐπʼ ἄλλου.” διʼ ὧν ἂν εἴη γνώριμον ὡς οὐ κωφὸς οὐδʼ ἄφθογ- γός ἐστιν ὁ κόσμος. ἀρχὴν δὲ ταύτης τῆς δόξης Ὅμηρος παρέσχεν εἰπὼν τὰς ἡλιακὰς ἀκτῖνας βέλη ἀλληγορικῶς, προσθεὶς ὅτι φερό- μεναι διὰ τοῦ ἀέρος ἔκλαγξαν ἤτοι ἡδεῖάν τινα καὶ ἔνθεον φωνὴν ἀπετέλεσαν. τὰ κοινὰ δὲ τῶν φθόγγων παραστήσας ἐπὶ τὸ ἴδιον εὐθὺς τοῦ λόγου μετέβη προσθεὶς “ὁ δʼ ἤϊε νυκτὶ ἐοικώς.” οὐ γὰρ ἀκήρατον φῶς οὐδʼ ἀμιγὲς ἀχλύος μελαίνης τὸ τοῦ ἡλίου ὑφίσταται, νυκτὶ δʼ αὐτὸ ἐθόλωσεν, ὁποία σχεδὸν εἴωθεν ἐν τοῖς λοιμικοῖς πά- θεσιν ἐπιπροσθεῖν τῷ διʼ ἡμέρας φέγγει. πῶς γε μὴν τοξάζειν ἐσπουδακὼς Ἀπόλλων “ἕζετ᾿ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε, δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο;” εἰ γοῦν διʼ ὀργὴν ἐτόξευεν. [*](5. πόλεως] πολιτείας Heracl. 11. ἑπτατόνοιο] ἐπταπόνοιο B. Cor. 6. ὅτι] ἐπὶ apud Platonem. rectum ex Theone. 9. ὁ Ἐφέσιος Ἀλέξανδρος] De ἁρμονίην] ἁρμονι cum compendio hoc poeta videnda quae viri docti syllbae αν. ab Mehlero p. 26, 27 indicati dix- προχέουσι Bredovius in Epist. erunt. Longius eius fragmentum, Paris. p. 225] προσέχουσι ex quo Heraclitus duos versus ex- διάστασιν] διαστάσει Bergkius. cerpsit, servatum est ab Theone Heracliti codices διαστάς. Smyrnaeo in libro de Astronomia 12. ἄλλου] ἄλλην apud Theonem. quem edidit T. H. Martinus ἄλλῃ Bergkius. Parisiis a. 1851:: de quo dixerunt 14. φερόμεναι Heracl.] φερόμενοι Bergkius in Zimmermanni Diario 15. ἤτοι, quod non legitur apud (Zeitschrift für die Alterthums- Heracl., delendum. wissenschaft) a. 1851 fasc. 2 no. 22 17. εὐθὺς Heracl.] εὐθὺ et 23 et Meinekius ibidem fasc. 6 19. αὐτὸ Heynius] αὐτὸν no. 63, et hic quidem adhibito 20. ἐπιπροσθεῖν Heracl.] ἐπισροσ- Theonis codice Veneto Marciano θεὶς 203, cuius lectiones excerpserat Post φέγγει in B signum scholii Tischendorfius. finiti (:—).)
13
ἐγγὺς ἔδει τῶν τιτρωσκομένων ἑστάναι τὸν βάλλοντα, νῦν δʼ ἀλλη- γορῶν τὸν ἥλιον εἰκότως αὐτοῦ τὴν φορὰν ἄποθεν τῆς λοιμικῆς ἀκ- τῖνος ὑπεστήσατο. καὶ μὴν ἐναργέστατον ἐπιφέρει μετὰ τοῦτο σημεῖον εἰπὼν “οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς.” οὐ γὰρ οὕτως ἄκριτον ἦν παρανάλωμα τῆς Ἀπόλλωνος ὀργῆς τὰ ἄλογα τῶν ζῴων, οὐδʼ ἂν ὁ θυμὸς ἀφρόνως ἐνήκμαζεν ἡμιόνοις τε καὶ κυσὶν, ὡς τὸ Θρκικὸν ἀνδράποδον Ὁμήρου κατεξανίσταται, λέγω δὲ τὸν Ἀμ- φιπολίτην Ζωΐλον, ἄνω καὶ κάτω τοιούτους τινὰς λήρους φληνα- φοῦντα. Ὅμηρος δὲ καὶ σφόδρα φυσικῶς τὴν περὶ τὰ λοιμικὰ τῶν παθημάτων συντυχίαν διὰ τούτων παρίστησιν. οἱ γὰρ ἐμπειρίαν ἰατρικῆς τε καὶ φιλοσοφίας ἔχοντες διʼ ἀκριβοῦς παρατηρήσεως ἔγνωσαν ἐν ταῖς λοιμικαῖς νόσοις τὸ δεινὸν ἀπὸ τῶν τετραπόδων ἀρχό- μενον. κατʼ ἄμφω δʼ ἡ πρόφασίς ἐστιν εὔλογος, ὥστε εὐάλωτοι πρὸς τὸ δεινὸν εἶναι· τῆς τε γὰρ διαίτης τό ἀκριβὲς οὐ θηρᾶται, διʼ ἣν ἀταμιεύτως σιτίων τε καὶ ποτῶν ἐμπιπλάμενα διαφθείρεται, μηδενὸς λογισμοῦ τὴν ἐπὶ τὸ πλέον ὁρμὴν χαλινοῦντος. ἔπειθʼ, ὃ καὶ μᾶλλον ἀληθέστερόν ἐστιν, οἱ μὲν ἄνθρωποι μεταρσίοις ταῖς ἀναπνοαῖς τὸν καθαρώτερον ἕλκοντες ἀέρα βραδύτερον ἁλίσκονται τῷ πάθει, τὰ δʼ ἐπὶ γῆς ἕρποντα ζῷα τοὺς νοσώδεις ἐκεῖθεν ἀτμοὺς εὐμαρέστερον ἕλκει. πάνυ γε μὴν ἀληθῶς οὐκ ἐν ἀρτίοις ἡμέραις τὴν ἀπαλλαγὴν τῆς νόσου δεδήλωκεν, ἀλλʼ ἐν περιτταῖς, “ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο·” μάλιστα γὰρ ἐν τῇ παῤ ἕκαστα πείρᾳ γνώριμόν ἐστι τοῦτο, ὅτι κρίσιμοι τῶν σωματικῶν παθημάτων αἱ περιτταὶ γίνονται τῶν ἡμερῶν, λυτὴρ δʼ Ἀχιλλεὺς τῆς νόσου. Χείρων γὰρ αὐτὸν ἐδίδαξε “δικαιότατος Κενταύρων,” ὃς πάσῃ μὲν ἐκέκαστο σοφίᾳ, περιττῶς δὲ τῇ ἰατρικῇ, ὅπου γνώριμον αὐτῷ φησιν εἶναι καὶ Ἀσκληπιόν. προσέθηκε δʼ Ἀχιλλεῖ θεραπεύοντι φυσικῶς ἀλλη- γορήσας θεὰν Ἥραν· “τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη.” δύο γὰρ ὄντων κατὰ τοὺς φυσικοὺς τῶν πνευματικῶν στοι- χείων, αἰθέρος τε καὶ ἀέρος, αἰθέρα μὲν τὴν πυρώδη φαμὲν οὐσίαν, ἡ δὲ Ἥρα μετʼ αὐτόν ἐστιν ἀὴρ, μαλακώτερον στοιχεῖον· διὰ τοῦτο καὶ θῆλυ. τὰ δʼ ἀκριβῆ περὶ τούτων διαλεξόμεθα μικρὸν ὕστερον, νῦν δʼ ἀπόχρη τοσοῦτον εἰπεῖν, ὅτι τοῦ πάλαι θολεροῦ διαχυθέντος [*](10. συντυχίαν] συντυ 23. κρίσιμοι Heracl.] χρήσιμοι 17. ἀληθέστερον] ἀληθὲς Heracl. 26. ὅπου] ὅθεν Mehler. )
14
ἀέρος αἰφνιδίως διεκρίθη τὸ σύμβαμα· οὐδὲ γὰρ ἀλόγως λευκώ- λενον εἶπε τὴν Ἥραν, ἀλλʼ ἀπὸ τοῦ συμβεβηκότος, ὅτι τὴν νυκτὶ προσεοικυῖαν ἀχλὺν ὁ λευκὸς ἀὴρ διελάμπρυνεν, εἶτʼ ἀνεθὲν τῆς νόσου τὸ Ἑλληνικὸν πλῆθος ἐπὶ τὴν συνήθη τοῖς ἀπηλλαγμένοις ὁδὸν ἐτράπη· λέγω δὲ τοὺς ὀνομαζομένους ἀποτροπιασμούς τε καὶ καθαρμούς. “οἱ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματʼ ἔβαλλον.”

47. νυκτὶ ἐοικώς] τὰ φοβερὰ νυκτὶ εἰκάζει.

48. ἕζετʼ—ἰὸν] ἐφεδρείαν δηλοῖ τὸ ἕζετο καὶ ἀναμονὴν ἐπιστρο- φῆς. τοὺς δὲ ὀϊστοὺς διὰ τὸ βλαπτικὸν ἰοὺς ἐκάλεσεν.

49. κλαγγή] λέγεται καὶ ἐπὶ ἐμψύχων, ὡς καὶ ἐπὶ Τρώων. ἐπὶ δὲ ἀνθρωπίνου τόξου ψιλῶς, ὡς τὸ “λίγξε βιός” (Il. 4, 125).

50. οὐρῆες λέγονται διὰ τὸ ἄγονον, ὡς οὔρια ᾠὰ καλοῦμεν. εὐ- καθῆ δὲ ταῦτα τὰ ζῷα καὶ πρὸς νόσων παραδοχὴν ἐπιτήδεια· σύμ- μικτος γὰρ οὖσα ἡ φύσις αὐτῶν, καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν, οὐ μεγάλης εἰς τὸ φθείρεσθαι δεῖται ἀνάγκης. οἱ κύνες δὲ καθαροῦ δέονται τοῦ ἀέρος, ὅτι ὀξύτεροί εἰσι τῇ ὀσφρήσει. ἀργοὺς δὲ ἀκου- στέον τοὺς λευκοὺς, ὅτι ἀσθενέστερά ἐστι τὰ τοιαῦτα σώματα τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα. εἰσὶ δὲ οἱ μὲν πρὸς γεωργίαν, οἱ δὲ πρὸς θήραν χρειώδεις· ὅθεν μάλιστα τὰς τροφὰς ἐπορίζοντο. εἰ δὲ ὁ θεὸς πολέμιος ὢν οὕτω μακροθυμεῖ, τί δεῖ ποιεῖν τοὺς ἀνθρώπους;

51. αὐτοῖσι] αὐτοῖς τοῖς Ἕλλησι. πρὶν ἢ δὲ τὸ ἄκρον καταλα- βεῖν, ἤτοι τοὺς ἀρχηγοὺς, Ἀχιλλεὺς δημηγορεῖ.

52. βάλλ᾿] ἀφιεὶς ἔβαλλεν, ὡς τὸ ᾤχετο ἀπιών, κατὰ Ἰωνικὴν περίφρασιν. ἢ τὸ βάλλεν ἀντὶ τοῦ ἐφόνευεν.

*πυραὶ νεκύων καίοντο] πῶς, φασὶν, ὁ ποιητὴς ἐναντία ἑαυτῷ [*](1. σύμβαμα Mehlerus] συμβὰν τὰ 12. *λέγονται] om. 18, *ἀραιότερα ὄντα καὶ εὐπαθέ- *ὡς] καὶ στερα] ἀραιότερα καὶ εὐπαθέστερά 13. ταῦτα τὰ ζῷα] *τὰ ζῷα εἰσι. Sic etiam Venetus A, qui ταῦτα reliqua parte scholii caret. πρὸς—ἐπιτήδεια] *εὐάλωτα ὑπὸ 20. εἰ δὲ ὁ θεὸς—μακροθυμεῖ] *εὲ νόσου δὲ καὶ θεὸς ὢν καὶ πολέμιος καὶ ἠτιμασ- 15. ἀνάγκης] *ἀνάγκης, οὑδὲ ἀντέ- μένος οὕτω μακροθυμεῖ χτι μέχρι πολλοῦ βλαπτομένη 24. ἀφιεὶς Bekkerus] ἰοῖς κύνες δὲ] *δὲ κύνες ἀπιών addidit Bekkerus. 16. ὅτι ὀξύτεροί εἰσι τῇ ὀσφρήσει] 25. ἐφόνευεν] *ἐφόνευσεν *ὀξυτέρᾳ τῇ ὀσφρήσει χρώμενοι 26. *φασὶν] φησὶν 17. *ὅτι ἀσθενέστερά ἐστι τὰ] ὅτι *ἑαυτῷ λέγει] λέγει om. )

15
λέγει; εἰπὼν γὰρ πρῶτον “αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν” νῦν ἐπάγει “αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.” ἐροῦμεν οὖν ὅτι ὁ λοιμὸς ηὖξε τὴν μῆνιν, ἡ μῆνις δὲ τὰς μετὰ ταῦτα μάχας· καὶ οἱ ἐν ταύταις πίπτοντες ἑλώρια κυνῶν ἐγίνοντο, οἱ δὲ ὑπὸ τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο.

θαμειαί] Πάμφιλος θαμεῖαι λέγει ὡς ὀξεῖαι, Ἀρίσταρχος δὲ ὡς πυκιναί· ὁμοίως δὲ καὶ τὸ ταρφειαί.

53. ἐπὶ ἐννέα ἡμέρας, ὅτι οὐδὲ ἄλλως ἡδύνατο γνωσθῆναι τὸ τῆς νόσου ἴδιον. ἐν γὰρ ἐννέα ἡμέραις, καὶ μικρόν τι πρότερον ἢ ὕστερον, κρίνεται τὰ τοιαῦτα νοσήματα. καλῶς οὖν ἡ Ἥρα ἐπὶ νοῦν τίθησιν Ἀχιλλεῖ. Ἥρα γὰρ ὁ ἀὴρ, ὁ δὲ Ἀχιλλεὺς ὡς ἰατρὸς ἐξ αὐτοῦ τοῦτο συνέλαβε. λευκώλενον δὲ, ὅτι διαφανής ἐστιν ὁ ἀὴρ καὶ παρόντος τοῦ φωτίζοντος λαμπρύνεται. καὶ βοῶπις, ὅτι διʼ αὐτοῦ ἡ τῆς ὄψεως ἐνέργεια.

ᾤχετο] οὐκ εἶπεν ἐπέμπετο, ἀλλʼ ὥσπερ ἐπὶ ἐμψύχῳ εἴδει, ἐπο- ρεύετο.

κῆλα] ὡς τὸ δόρυ κοινόν ἐστι καὶ εἰδικὸν, οὕτω καὶ τὸ κῆλον. ἢ κῆλα τὰ δείματά φησιν, ἢ τὰ καύσεως αἴτια.

54. ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς] αὐτοκράτωρ γὰρ, οὐ μισθωτὸς ἦν. τὴν δὲ στρατιὰν ὁ θέλων συνῆγε. συνάγει μὲν γὰρ Ὀδυσσεὺς ἐν τῇ B καὶ Ἀχιλλεὺς ἐν τῇ T. ἄλλως τε καὶ αὐτὸς ἡγεῖται τῆς ὑπαίθρου στρατιᾶς. ὅτι γὰρ οὐ τυραννὶς τοῦτο ἦν ἐκ τῶν λόγων αὐτῶν δῆλον, καὶ μάλιστα τῶν ἐν ταῖς λιταῖς.

55. θεὰ λευκώλενος Ἥρη] προϊὼν ἤδη καὶ τοὺς ἐπικούρους θεοὺς διασαφεῖ, τοῦτο μὲν τὸ προνοητικὸν τῶν θεῶν ἐνδεικνύμενος, τοῦτο δὲ καὶ φαντασίαν παρεντιθείς.

56. πῶς ἡ τῆς μήνιδος αἰτία γενομένη τούτων ἐκήδετο; ῥητέον ὅτι συνέφερε τὸν Ἀχιλλέα μηνῖσαι, ἵνα θαρρήσαντες οἱ Τρῶες τῷ πεδίῳ προέλθωσι καὶ νικηθῶσιν ἐκ τοῦ ἴσου μαχόμενοι. εἰ γὰρ ἐν τῇ πόλει ἔμειναν πολιορκούμενοι, μακρὸς ἂν ἦν ἢ ἀτελεύτητος ὁ πόλεμος.

ῥα] δασυντέον τὸ ῥά· πάσης γὰρ λέξεως τὸ ρ ἀρχόμενον δασύ- νεται, πλὴν τοῦ 'Ρᾶρος.

[*](1. εἰπὼν γὰρ πρῶτον] *προειπὼν 4. *ἑλώρια] ἑλλώρια γὰρ 17. *εἰδικόν] ἰδικόν *δὲ ἑλώρια] δʼ ἑλλώρια 21. *Τ] ῑγ)
16

57. ἐπεὶ οὖν ἤγερθεν] κατʼ ὀλίγον γὰρ συνιόντες πληθύνονται.