Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

18. ὑμῖν μὲν θεοὶ δοῖεν] θεραπευτικὴ ἡ τοιαύτη ἔντευξις, τὸ ὑπερ- εύχεσθαι χειρώσασθαι τοὺς ἐχθροὺς καὶ τὸ εὐθεῖαν καὶ εὐάγωγον δοθῆναι ὁδόν. οἰκεία δέ ἐστιν ἡ ἱκετεία τῷ ἱερεῖ. ἅπασαν οὖν αὐτῶν ἐπιθυμίαν πληρωθῆναι ἐπεύχεται, τὴν παῖδα πρὸ ὀφθαλμῶν βλέπων αἰχμάλωτον. καλῶς δὲ οὐκ ἀπὸ τῶν λυγρῶν ἤρξατο, ἵνα μὴ μᾶλλον

7
αὐτοὺς ἀπηνεστέρους ποιήσῃ. ἡ ἀνάγκη δὲ αὐτὸν ποιεῖ καὶ τοὺς οἰ- κείους ἐπαρᾶσθαι. ἢ εἰκότως τοὺς Τρῶας ἀρᾶται, ἐπειδὴ οὗτοι καὶ αὐτῷ καὶ πᾶσι τοῖς ἀστυγείτοσιν αἴτιοι κακῶν γεγόνασιν. ἰστέον δὲ ὡς εἰς Θήβας ἥκουσα ἡ Χρυσηῒς πρὸς Ἰφινόην τὴν Ἠετίωνος μὲν ἀδελφὴν, Ἄκτορος δὲ θυγατέρα, θύουσαν Ἀρτέμιδι, ἥλω ὑπὸ Ἀχιλλέως.

*ἀπρεπὲς τὸ τὸν ἱερέα τοῖς μὲν οἰκείοις καταρᾶσθαι, τοῖς δὲ ἐχθροῖς εὔχεσθαι τὰ βέλτιστα. ἡ δὲ λύσις ἐκ τοῦ καιροῦ· τὸν γὰρ ἐν τοῖς πολεμίοις γενόμενον καὶ ὑπὲρ τῆς θυγατρὸς κινδυνεύοντα πῶς οὐκ εἰκὸς τοιούτοις λόγοις χρῆσθαι πρὸς τὸ συμφέρον αὐτῷ;

Ὀλύμπια δώματʼ ἔχοντες] οὐκ ἐν οὐρανῷ μόνον, ἀλλὰ καὶ ἐπὶ γῆς τοὺς θεούς φησιν οἰκεῖν, ἵνα μὴ καταφρονῶσιν αὐτῶν ὡς μακρὰν ὄντων.

20. ἐμοὶ—φίλην—δέχεσθαι] ἀντιδιέσταλται πρὸς τὴν ὑμῖν· διὸ ὀρθοτονεῖται. ἐλεεινὴ δὲ ἡ προσθήκη τοῦ φίλην· δηλοῖ γὰρ τὴν μόνην. τὸ δὲ δέχεσθαι ἀντὶ προστακτικοῦ ἀπαρέμφατον.

21. ἑκηβόλον Ἀπόλλωνα] ἵνα μὴ δοκοῖεν ἔμπειροι τῆς τοξικῆς εἶναι, τὸν Ἀπόλλωνα πολεμοῦντα αὐτοῖς ὡς ἑκηβόλον εἰσάγει, διὰ τῶν τούτου τόξων ἐκφοβῶν αὐτούς.

22. ἐπευφήμησαν Ἀχαιοί] δεισίδαιμον γὰρ τὸ πλῆθος καὶ μισο- πόνηρον.

23. ἱερῆα] ὡς τιμῶντες μὲν οὗτοι ἱερέα καλοῦσι, λέγοντες ὡς χρὴ τὸν ἱκέτην μετʼ αἰδοῦς δέχεσθαι· ὁ δὲ καὶ γέροντα αὐτὸν ὀνομάζει.

24. ἀρχικὸν τὸ μὴ ἐπιτρέπειν τοῖς ἀρχομένοις τὰς κρίσεις. ἄλλως τε δὲ οὐκ ἐπεκηρυκεύσατο, ἀλλὰ τὸ τοῦ βασιλέως γέρας ᾔτει παρὰ τῶν ἀρχομένων.

ζητεῖται διὰ τί ἀπὸ τῶν τελευταίων ἤρξατο καὶ μὴ ἀπὸ τῶν πρώτων ὁ ποιητής. καί φαμεν ὡς σποράδην οἱ πρὶν ἐγίνοντο πόλεμοι, καὶ οὐδὲ περὶ πόλεων μεγίστων. οἱ γὰρ Τρῶες Ἀχιλλέως παρόντος οὐδέποτε ἐξήεσαν τῶν πυλῶν, καὶ σχεδὸν ἄπρακτοι τὴν ἐνναετίαν [*](1. τοὺς οἰκείους—τοὺς Τρῶας] τοῖς A, scholion διὰ τί εὐθὺς ἀπὸ τῶν οἰκείοις—τοῖς Τρωσίν Vill. τελευταίων—τὰ πρὸ τούτων πρα- 22. χνὴ] ἐχρῆν Bekkerus χθέντα. 27. ζητεῖται — ὑποφαίνει ὄνομα] ζητεῖται] *ζητεῖται ὄπισθεν est in Haec versui primo apposuit Vil- Townl. et Lipsiensi post scholion loisonus post simile, quod est in versus 36. )

8
ἐτέλεσαν, τὰς δὲ ὁμορούσας πολίχνας οἱ Ἕλληνες διαστρέφοντες· περὶ ὧν ἀναγκαῖον αὐτῷ γράφειν οὐκ ἦν, μὴ παρούσης ὕλης τῷ λόγῳ. λέγουσι δὲ καὶ ἀρετὴν εἶναι ποιητικὴν τὸ τῶν τελευταίων ἐπιλαμβάνεσθαι καὶ περὶ τῶν λοιπῶν ἀνέκαθεν διηγεῖσθαι. ἔτι ζητεῖται διὰ τί ἀπὸ δυσφήμου ὀνόματος τῆς μήνιδος ἄρχεται. ἐπι- λύουσι δὲ αὐτὸ οἱ περὶ Ζηνόδοτον οὕτως, ὅτι πρέπον ἐστὶ τῇ ποιήσει τὸ προοίμιον, τὸν νοῦν τῶν ἀκροατῶν διεγεῖρον καὶ προσεχεστέρους ποιοῦν, εἰ μέλλοι πολέμους καὶ θανάτους διηγεῖσθαι ἡρώων.

πάλιν ζητεῖται διὰ τί Ἀχιλλέως ὡς ἐπὶ τὸ πλεῖστον ἀριστεύ- οντος οὐκ Ἀχίλλειαν ὡς Ὀδύσσειαν ἐπέγραψε τὸ σωμάτιον. φαμὲν δʼ ὅτι ἐκεῖ μὲν, ἅτε μόνως ἐφʼ ἑνὸς ἥρωος τοῦ λόγου πλακέντος, καλῶς καὶ τοὔνομα τέθειται· ἐνταῦθα δὲ εἰ καὶ μᾶλλον τῶν ἄλλων Ἀχιλλεὺς ἠρίστευεν, ἀλλά γε καὶ οἱ λοιποὶ ἀριστεύοντες φαίνονται. οὐ γὰρ μόνον τοῦτον οἷος ἦν δηλῶσαι βούλεται, ἀλλὰ σχεδὸν ἅπαν- τας, ὅπου γε καὶ ἐξισοῖ τινὰς αὐτῷ. ἐκ τινὸς οὖν ὀνομάσαι μὴ ἔχων αὐτὸ ἀπὸ τῆς πόλεως ὀνομάζει, καὶ τὸ αὐτοῦ καλῶς ὑποφαίνει ὄνομα.

25. κακῶς] αὐστηρῶς, ἢ σὺν τῷ οἰκείῳ κακῷ ἤτοι τῇ ἀπραξίᾳ. τὸ δὲ κρατερόν ἀντὶ τοῦ ἀπηνῆ, ὡς τὸ “ἀνδρὶ παρὰ κρατερῷ” (Il. 24, 212) “κρατέῤ ἄλγεα πάσχων” (Il. 2, 721). τὸ δὲ ἑξῆς ἐπέτελλεν.

26. γέρον] τὸ τοῖς ἄλλοις αἰδέσιμον γῆρας ἐπʼ ὀνείδει προβάλ- λεται.

27. ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα] ἢ γὰρ ἐπιμένοντες ἀνύομεν, ἢ πρὸς τὸ ὀξὺ ἐνδιδόαμεν. ὕστερον δὲ ὀχλοῦμεν· ὧν ἀπάντων αὐτὸν ἐκκόπτει. τὸ δὲ νῦν τὸν ἐνεστῶτα ἐσήμανεν, οὐ τὸν πλατικὸν χρόνον.

29. τὴν δʼ ἐγὼ οὐ λύσω] πολλὰς περικοπὰς ἔχει ὁ λόγος, τὸ θυμικὸν ἐμφαίνων.

πρίν μιν καὶ γῆρας ἔπεισι] μᾶλλον γηράσει παῤ ἐμοὶ ἢ λυθή- σεται. ἔστι δὲ ὡς τὸ “οὐδέποτʼ ἐκπέρσει, πρίν μιν κύνες ἠδʼ οἰωνοί” (Il. 18. 283).

κατʼ ὀλίγον αὔξων τὰ τῆς διαστάσεως λυπεῖ τὸν γέροντα· ἔστι δὲ, ὥς που τὸ περὶ αὐτοῦ ἐπίγραμμα δηλοῖ, βασιλεὺς μὲν ἀγαθὸς, [*](1. *τὰς δέ] δὲ om. 33. δὲ] *γὰρ 13. ἠρίστευεν] * ἠρίστευσεν *ἐπίγραμμα δηλοὶ] ἐπιγράφει 16. *αὐτὸ] αὐτῶν γράμμα )

9
αἰχμητὴς δὲ κρατερός (Il. 3, 179). διὸ παρὰ μὲν τῶν ὑπηκόων ὑβρίζεται, τοῖς δὲ πολεμίοις λίαν ἐστὶν ἀπηνὴς, ὡς Ἀδράστῳ καὶ τοῖς Ἀντιμάχου παισίν.

31. ἱστὸν ἐποιχομένην] ταῦτα λέγων ὑπʼ ὄψιν ἄγει τὰ τῆς Ἑλένης.

ἐμὸν λέχος ἀντιόωσαν] τῆς ἐμῆς κοίτης μεταλαμβάνουσαν, ὡς τὸ “ἀντιόων ταύρων τε” (Od. 1, 25). ἐφύβριστος δὲ ἡ παρὰ πολε- μίοις μίξις. ὅτι δὲ ἐφʼ ὕβρει φησὶν αὐτῇ χρῆσθαι δηλοῖ διὰ τοῦ ἐκφωνῆσαι τὸ ἱστὸν ἐποιχομένην καὶ τούτῳ τῷ λόγῳ συμπεριλαβεῖν τὸ λέχος.

*ἀπρεπὲς τὸ τὸν βασιλέα περὶ τῆς αἰχμαλώτου λέγειν, καὶ ταῦτα ἔχοντα γυναῖκα καὶ παῖδας ἐξ αὐτῆς. λύεται δὲ καθʼ σὓς μὲν ἐκ τῆς λέξεως· τὸ γὰρ ἐμὸν λέχος ἀντιόωσαν οὐ πάντως δηλοῖ τὴν συγ- κοιμωμένην, ἀλλὰ καὶ ὑπηρετοῦσαν πρὸς τὸ λέχος, οἷον θαλαμη- πολοῦσαν· καθʼ ἑτέρους δὲ ἀπὸ τοῦ καιροῦ· ἐν γὰρ πολέμῳ καὶ στρατῷ τῶν Ἑλλήνων ὄντων, καὶ ταῖς αἰχμαλώτοις συνερχόμενον τὸν βασιλέα θέλει ἀποφῆναι, καὶ οὐκ ἀσχήμονα τὴν πρὸς ταύτας φιλοστοργίαν, ὅπως ἂν μᾶλλον κατέχῃ τὸ πλῆθος.

32. μή μʼ ἐρέθιζε] τὰ γὰρ ἀποθύμια ἐρεθιστικὰ ἡγούμεθα εἶναι. πρῶτος δὲ Ὅμηρος τὴν δύναμιν τῆς Ἀδραστείας ἐνεδείξατο. ὁ γὰρ τὸν ἱκέτην ἀτιμάσας αὐτὸς ἱκετεύων ἀποτυγχάνει· ὁ δῶρα μὴ λαβὼν ἑτέρῳ δίδωσιν· ὁ κατασχὼν γέροντος θυγατέρα, διδοὺς τὴν ἑαυτοῦ πρὸς γάμον ἀπαξιοῦται.

33. καὶ ἐπείθετο μύθῳ] ἀντὶ τοῦ οὐκ ἀντέπρασσε. διδάσκει δὲ ὁ ποιητὴς εἴκειν ταῖς ὑπερβολαῖς. οἰκείως δὲ τὸν ἠτιμασμένον καὶ φοβούμενον γέροντα καλεῖ καὶ οὐχ ἱερέα, πλέον οἰκτιζόμενος.

34. ἀκέων παρὰ θῖνα] οὐκ οἰμώξας διὰ τὸν καιρόν. τὸ δὲ θῖνα νῦν μὲν θηλυκῶς εἴρηται, ἔστι δὲ καὶ ἀρσενικὸν, ὡς τὸ “ἐκβάντες δʼ ἐπὶ θῖνα βαθύν.”

35. ἀπάνευθε κιών] ἵνα μὴ ἀκούσωσιν οἱ πολέμιοι. ἐπισύνηθες δέ ἐστι τοῖς καταδεεστέροις καταφεύγειν ἐπὶ τὸ θεῖον ἀδικουμένους.

36. Ἀπόλλωνι ἄνακτι] τὸ α ἐκτείνει Ἀρίσταρχος διὰ τὸ μέτρον. τὸ δὲ ἄνακτι ἢ ὅτι αὐτός ἐστι τῶν φαινομένων καὶ γενομένων αἴτιος· ἢ ὡς μουσικὸν ἄνακτα αὐτόν φησιν ὁ ποιητής· ἢ τῷ ἰδίῳ ἄνακτι.

[*](25. ταῖς ὑπερβολαῖς] τὰς ὑπερβολὰς 31. *ἀδικουμένους] om. Townl. ταῖς ὑπεροχαῖς Lips.)
10

37. κλῦθί μευ] ἐν γενικῇ τὸ μευ, οὐκ ἐν δοτικῇ· καὶ ἔστιν ἀνα- λογοῦν τῷ “τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων” (43).

ἀργυρότοξ᾿] διὰ τὴν χρείαν τῶν βελῶν τοῦτό φησιν. ἔοικε δὲ μηδὲν διαφέρεσθαι περὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν· “ἀμφὶ δʼ ἄῤ ὤμοισι βάλετο ξίφος ἀργυρόηλον” (Il. 2, 45) καὶ “ἐν δέ οἱ ἧλοι χρύσειοι πάμφαινον” (Il. 11, 29).

Χρύσην] ἀπόρθητος καὶ αὕτη καὶ ἡ Κίλλα· ἡ δὲ Τένεδος πεπορ- θημένη· “τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων” (Il. 11, 625). τὸ δὲ παρὸν ἕτοιμον πρὸς ὑπόμνησιν, ὥς πού φησιν ἐν τῷ τῆς Ἰλιάδος ταύτης ἰῶτα (183) περὶ τῶν πρεσβέων “πολλὰ μάλʼ εὐχομένω γαιηόχῳ.” ἃ γὰρ τὸν γέροντα πάσχειν ποιοῦσι, καὶ αὐτοὶ ἀντιπάσχουσιν.

38. Κίλλος ἡνίοχος Πέλοπος, περὶ Λέσβον ἀποθανών· ἀθυμοῦντι δὲ αὐτῷ παρέστη κελεύων Κιλλαίῳ Ἀπόλλωνι θύειν διὰ τὸν αἰφνί- διον θάνατον, καὶ νικήσειν. ὅθεν καὶ τῆς ὀνομασίας ἔτυχεν ἡ πόλις.

Κύκνου καὶ Σκαμανδρδίκης Τέννης καὶ Ἡμιθέα· ὃς ἀπελαθεὶς ὑπὸ τοῦ πατρὸς σὺν τῇ ἀδελφῇ Ἡμιθέᾳ διὰ τὴν ἐπιβουλὴν τῆς μητρυιᾶς Καλύκης ᾤκησε τὴν Λευκόφρυν, καὶ σφ᾿ ἑαυτοῦ Τένεδον ὠνόμασεν.

41. ταύρων ἠδʼ αἰγῶν] θυσίαις ταύρων καὶ αἰγῶν ἥδεται ὁ Ἀπόλ- λων· ὕλη γὰρ τοῖς τόξοις τὰ κέρατα αὐτῶν.

42. τίσειαν Δαναοὶ ἐμὰ δάκρυα] μικρῷ λόγῳ μεγάλα αἰτεῖ· ἀνταποδοῖεν τοῖς βέλεσί σου ταῦτα τὰ δάκρυα, τουτέστι τοξεύων εἴσπραξαι αὐτοὺς ἃ ἐγὼ ἐξέχεα δάκρυα. ἐν σχήματι δὲ ὃ παρῆκεν ἔφρασεν, ὡς ἄρα ἔκλαιεν ὁ γέρων. πῶς δὲ Ἕλλησιν ἐπαρᾶται τοῖς εὐφημήσασι δοθῆναι αὐτῷ τὴν θυγατέρα, καὶ μὴ μᾶλλον Ἀγαμέμ- νονι: φαμὲν οὖν ὅτι εἰ ἀπέθανεν ὁ Ἀγαμέμνων, ἀνεκζήτητος ἂν ἔμεινεν ἡ αἰτία τοῦ λοιμοῦ καὶ πλεόντων ἐπὶ τὴν πατρίδα τῶν Ἑλ- λήνων ἀναπόδοτος ἐγένετο ἡ Χρυσηΐς· ἢ ὅτι αὐτοὶ Θήβας πορθή- σαντες ἐξέδοντο αὐτὴν Ἀγαμέμνονι· καὶ ὅτι ἀποθανὼν μὲν Ἀγαμέμ- νων ἄλυπος ἦν, ζῶν δὲ καθʼ ἡμέραν ἀποθνήσκει, βλέπων ἀπολλυμένους τοὺς ὄχλους· καὶ ὅτι συμπεριλαμβάνεται καὶ αὐτὸς τοῖς Δαναοῖς· καὶ ὅτι πᾶσιν ἀρᾶται, διότι μὴ πάντες ἐπέσχον τὴν τοῦ βασιλέως ὕβριν· καὶ ὅτι ὡς βάρβαρος ὁ Χρύσης πᾶσιν Ἕλλησιν ἐχθρός ἐστιν.

*ἀπρεπὲς δοκεῖ κατὰ μὲν τοῦ ὑβρίσαντος Ἀγαμέμνονος μὴ [*](10. πρεσβέων] *πρεσβευτῶν)

11
ἀρᾶσθαι, ἀλλὰ κατὰ τῶν εὐφημησάντων Ἑλλήνων. λύεται δὲ ἐκ τῆς λέξεως, ὅτι ἐν τοῖς Δαναοῖς ἐμπεριέχεται Ἀγαμέμνων· ἐκ δὲ τοῦ προσώπου, ὅτι βάρβαρος καὶ πᾶσιν ἐχθρός· ἐκ δὲ τοῦ καιροῦ, ὅτι τὸν μὲν συνέφερεν αὐτῷ σώζεσθαι, τῶν δὲ νοσησάντων καὶ ἀπολαβεῖν ἦν τὴν θυγατέρα.