Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

147. βαθν λήϊον μέγα καὶ εὔφορον σιτοφόρον χωρίον

148. λάβρος ἐπαιγίζων σφοδρῶς ἐπικαταπνέων. In Etym. M. p--- 554, 1 est σφοδρὸς ἐπικαταπνέων, in ed. scholiorum Romana σφοδρὸς πνέων.

ἐπί τʼ ἠμύει ἀσταχύεσσιν ἐπικατακλίνει δὲ τοὺς ἀστάχυας τοῖς ἀστάχυσι

149. ἀλαλητῷ σῦν θορύβῳ 150. ὑπένερθε ὑποκάτωθεν

151. ἵστατ’ ὑψοῦται

153. οὐρούς ταφροειδῆ ὀρύγματα

154. οἴκαδε ἱεμένων εἰς τὸν οἷκον ἀπιέναι προθυμουμένων

ὑπὸ δʼ ῆρεον ὑφρουν δέ ἕρματα ἐρείσματα, στηρίγματα

155. ὑπέρμορα ὑπὲρ τὸ εἱμαρμένον. ὀνοματικὸν ἐπίρρημα ἐτύχθη ἐγένετο

157. ὢ πόποι φεῦ παπαῖ (παπαι sine accentu A)

Ἀτρυτώνη ἀκαταπόνητε

164. ἀγανοῖς προσηνέσι, πράοις

ἐρήτυε κάτεχε, κώλυε

165. ἀμφιελίσσας εἰς ἑκάτερα τὰ πλευρὰ στρεφομένας

167. καρήνων ἀκρωτηρίων

169. Διὶ μῆτιν ἀτάλαντον τῷ Διὶ τὴν εὐβουλίαν ἴσον

170. ἐῦσσέλμοιο εὐκαθέδρου

ἐπεί μιν ἄχος ἐπειδὴ αὑτὸν λύπη

173. διογενὲς Λαερτιάδη, πολυμήχανʼ εὐγενέστατε Λαέρτου παῖ, πολύτεχνε

179. μηδέ τʼ ἐρώει μηδὲ συγχώρει

180. σοῖς δʼ ἀγανοῖς καθὰ καὶ ἄνω χωρὶς τοῦ δὲ συνδέσμου.

182. ξυνέηκε συνῆκεν, ήκουσεν

183. ἀπὸ δὲ χλαῖναν βάλε διὰ τὸ μὴ ἐμποδίζεσθαι αὐτὸν ὑπὸ τοῦ πλήθους τῶν ἱματίων

184. ὅς οἱ ὀπήδει ὅστις αὐτῷ ἠκολούθει

312

188. κιχείη καταλάβοι