Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

40. ὑσμίνας μάχας

41. θείη δέ μιν ἀμφέχυτʼ ὀμφή θεία δὲ αὐτὸν εἶχε κληδων, ὁ ἐστιν ἐμνήσθη τοῦ ὀνείρου (τὸν ὅμηρον A, quod correxit Cobetus)

42. μαλακὸν τρυφερὸν, ἄπαλόν

43. νηγάτεον νεωστὶ κατεσκευασμένον φᾶρος ἱμάτιον

45. ξίφος σπάθη

46. ἄφθιτον αἰεί ἀδιάφθαρτον, αἰώνιον, ὅτι οὺκ ἐδόθη ἐκ τοῦ γένους ἑτέρῳ

48. προσεβήσετο ἀνέτειλεν

50. αὐτὰρ ὁ ὁ δὲ Ἀγαμέμνων

51. κηρύσσειν ἀγορήνδε βοᾶν, συγκαλεῖν εἰς τὸ συνέδριον

52. μάλʼ ὦκα πάνυ σπουδαίως

53. βουλὴν τὸ προβούλευμα ἵζε ἐκάθιζε

55. πυκινὴν συνετὴν, σώφρονα ήρτύνετο ἐποίησεν